Οὕτω καὶ ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ οὐ πρότερον ἐδίδαξεν ἕως ἐθαυματούργησε. Πρῶτον σημεῖον, μετ έβαλε τὸ ὕδωρ εἰς οἶνον· καὶ οὐ φαίνεται πρὸ τοῦ σημείου τούτου διδάξας. Ἔδει γὰρ προλαβεῖν τὸ ἔργον καὶ ἀκολουθῆσαι τὸν λόγον. Διὰ τοῦτο ὁ συγγραφεὺς λέγει· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε , ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Πῶς ἔμελλε διδάσκειν ὁ σωτὴρ ὅτι ποιητής ἐστι τοῦ κόσμου; Εἰ μὴ γὰρ ἐφώτισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, οὐκ ἂν ἐπιστεύθη λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου . Εἰ μὴ ἤγειρε Λάζαρον , οὐκ ἂν ἐπίστευσαν οἱ ἀκούοντες λέγοντι· Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις . Εἰ μὴ πτύσας εἰς τὴν γῆν ἐποίησε πηλὸν καὶ ἔχρισε τὸν τυφλόν, οὐκ ἂν ἐπιστεύθη, ὅτι αὐτός ἐστιν ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν Ἀδάμ . Εἰ μὴ περιεπάτησεν ἐπὶ τῆς θαλάσσης , οὐκ ἂν ἐφάνη δεσπότης τῆς θαλάσσης. Εἰ μὴ ἐπετίμησε τῷ ἀνέμῳ , οὐκ ἂν ἐδείχθη δεσπότης τῶν ἀνέμων. Διὰ τοῦτο ἄνθρωπος μὲν ἦν φαινόμενος, διὰ δὲ τῶν θαυμάτων ὡς θεὸς γνωριζόμενος καὶ δοξαζόμενος. Ὁ σωτὴρ γοῦν ἐξέπληττε τοὺς μαθητάς, καὶ ἔλεγον· Ποταπός ἐστιν οὗτος, ὅτι οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; Ἔδειξε πρῶτον ὑπακούοντα τὰ στοιχεῖα καὶ τότε ἡρμήνευσε διὰ τῶν ἔργων, ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο. Ἔδειξε πρῶτον ὑπακούοντα. Εἰ μὴ πρῶτον ἐδείχθη ἡ κτίσις ὑπακούουσα, οὐκ ἂν ἐπιστεύθη Ἰωάννης ὁ εὐαγγελιστὴς λέγων· Πάντα δι’ αὐτοῦ ἐγένετο. Πῶς ἠδύναντο οἱ ἀπόστολοι πιστευθῆναι ἰδιωτικὴν ἔχοντες γλῶσσαν, συνιστάμενοι περὶ θεοῦ λόγου, δημιουργοῦ, σωτῆρος, πανσόφου, διδασκάλου; Ἀλλὰ ἡ γλῶσσα τῶν ἀποστόλων τὰ θαύματα ἦν· τὸ στόμα τῶν ἀποστόλων ἦν νεκρὸς ἐγειρόμενος, χωλὸς περιπατῶν. Ὅτι δὲ τοῖς θαύμασιν ἀκολουθεῖ ἡ πίστις, μαρτυρεῖ ἡ γραφὴ λέγουσα· Διὰ γὰρ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετο σημεῖα μεγάλα καὶ τέρατα εν τῷ λαῷ. Καὶ ἐξίσταντο δὲ πάντες, καὶ μᾶλλον προσετίθεντο καθ’ ἡμέραν ἀνδρῶν καὶ γυναικῶν πλήθη. Προέλαμπε τὰ θαύματα καὶ ἠκολούθουν τὰ δόγματα. Οὕτω καὶ ἐν τῷ νόμῳ, προηγήσατο τὰ ἐν Αἰγύπτῳ θαύματα δεικνύοντα τὸν θεὸν δημιουργὸν. Ὁ δὲ θεός, ἀγαθὸς ὤν, οὐκ ἠθέλησεν ἑαυτὸν μόνον σεμνῦναι, ἀλλὰ μερίζεται μετὰ Μωϋσέως τὴν δόξαν. Ἐπειδὴ γὰρ ὁ θεὸς ἐφάνη ἐξ ὧν ἐποίησε, φαίνεται καὶ Μωϋσῆς ἐξ ὧν ἐδοξάσθη. Ὡς γὰρ κατῆλθε κατέχων τὸν νόμον, ἵνα μὴ ὡς ψιλῷ ἀνθρώπῳ προσέχωσι, πληροῖ αὐτοῦ ὁ θεὸς δόξης τὸ πρόσωπον, ἵνα τὸ λεῖπον τῇ ἀσθενείᾳ τῆς φύσεως πληρώσῃ τὸ περιττὸν τῆς χάριτος. Ἐνενόουν γὰρ ὅτι ὄψις δεδοξασμένη οὐκ ἔστιν ἀλλοτρία θεοῦ. Οὕτω καὶ ὁ σωτὴρ Στεφάνου τοῦ πρωτομάρτυρος ἐποίησε λάμψαι τὸ πρόσωπον. Διὰ τί δὲ ἐποίησε λάμψαι τὸ πρόσωπον Στεφάνου ; Ἐπειδὴ ἔμελλεν ὡς βλάσφημος λιθάζεσθαι εἰπὼν Θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ , προλαβὼν ὁ θεὸς ἐστεφάνωσεν αὐτοῦ τὴν ὄψιν ἀγγελικῇ μορφῇ, ἵνα πείσῃ τοὺς ἀγνώμονας, ὅτι εἰ βλάσφημός ἐστι, διατί δοξάζεται; Χθὲς μὲν οὖν εἴρηται ἡμῖν, ὅτι ὁ θεὸς ἐκ μὴ ὄντων ἐποίησε τὰ ὄντα τῇ πρώτῃ ἡμέρᾳ. Καὶ τὸ θαυμαστόν, ὅτι οὐ μόνον τὴν δημιουργίαν τοῦ θεοῦ δείκνυσι τὰ ἔργα, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὴν ἀσέβειαν ἐλέγχουσιν. Ἐρωτῶ γὰρ· Τὰ μὴ ὄντα πῶς ἐγένετο, ἐπειδὴ περὶ τοῦ ὄντος ἐρωτῶσι, πῶς ἐγεννήθη; Εἰ μὴ ἦν, εἴπωσι, τὰ μὴ ὄντα πῶς ἐγένετο, εἰ μὴ ἦν. Τὸ μὴ ὂν οὐ γίνεται, ὅσον κατὰ λογισμὸν ἀνθρώπινον, οὐ κατὰ θείαν δύναμιν. Ἐνίοτε λέγει αἱρετικός · Εἶπεν ὁ θεὸς καὶ ἐγένετο. Ἀλλὰ νῦν τὸ πρᾶγμα εἶπες, οὐ τὸν τρόπον. Εἶπεν ὁ θεός· γενηθήτω φῶς. Ἐγένετο τὸ μὴ ὄν. Ὁ λόγος μετεβλήθη εἰς πρᾶγμα, οἷον αὐτὴ ἡ φωνὴ ἐξελθοῦσα ἐγένετο φῶς. Οὐκοῦν οὐκ ἔστιν ἐκ μὴ ὄντων, ἀλλ’ ἐξ ὄντος. Τίς γὰρ τολμᾷ εἰπεῖν τὸν λόγον μὴ ὄντα; Οὐκοῦν οὐδὲν ἐποίησεν ἐκ μὴ ὄντων, ἀλλ’ ἐξ αὐτοῦ· καὶ εὑρίσκεται τὰ κτίσματα ὁμοούσια αὐτῷ, καὶ ὃ φεύγουσιν ἐπὶ τοῦ υἱοῦ, ἁρμόζουσιν ἐπὶ τῶν κτισμάτων. Ἀλλὰ πάλιν στενούμενοι λέγουσιν· Ἡ βούλησις τοῦ θεοῦ τὰ μὴ ὄντα ἀπετέλεσεν. Εἶτα· Ἡ γὰρ βούλησις τὸ μὴ ὂν ποιεῖ· ἡ δὲ φύσις τὸ ὂν οὐ γεννᾷ. Καὶ ἔστι θαυμαστόν. Ὡς ἐν εἰκόνι λέγω· Ὑπόθου μοι πηγὴν καὶ πέτραν· τί εὐκολώτερον, τὴν πηγὴν ὕδωρ γεννῆσαι ἢ τὴν πέτραν; Ἡ πηγὴ ἐὰν γεννήσῃ, ἐξ ὧν ἔχει προφέρει· ἡ δὲ πέτρα ἐξ ὧν οὐκ ἔχει. Εἶτα τὸ μὴ ὂν ἐγέννησεν ἡ πέτρα ἐξ ὧν οὐκ εἶχε, καὶ ἡ πηγὴ οὐκ ἐγέννησεν ἣν εἶχεν ἐν ἑαυτῇ πηγήν; Καὶ πῶς ἐγένετο τὰ μὴ ὄντα; μὴ αὐτοματισμὸς ἦν; τὸ μὴ ὂν ὄνομά ἐστι, οὐκ ἔστι δέ τι; Μὴ ἐπειδὴ λέγω ἐκ μὴ ὄντων, νομίσῃς εἶναί τι μὴ ὄν. Εἶτα τὸ ὂν ἐκ τοῦ μὴ ὄντος οὐκ οἶδας εἰπεῖν πῶς ἐγένετο, καὶ τὸν ὄντα ἐκ τοῦ ὄντος τολμήσεις πολυπραγμονεῖν πῶς ἐγεννήθη; Πάντα τὰ κτίσματα οὐκ ἦν ἀπ’ ἀρχῆς καὶ γέγονεν. Ὁ μονογενὴς λόγος καὶ κτίστης τοῦ κόσμου οὐκ ἐγένετο ἀπ’ ἀρχῆς, ἀλλ’ ἦν. Ταῦτα οὐκ ἦν καὶ ἐγένετο· Ὁ δὲ ἦν ἐν ἀρχῇ μὴ γενόμενος, ταῦτα δὲ ἐγένετο ἐν ἀρχῇ μὴ ὄντα.