Ψυχῆς πόθον ἐγείρει θεοῦ λόγος καὶ ὥσπερ τινὰ λαμπάδα περιτίθησιν αὐτῇ τὴν χαράν, ἵνα καὶ τοὺς λογισμοὺς λαμπρύνηται καὶ τὴν διάνοιαν φαιδρύνηται καὶ τὰ ἁμαρτήματα καθαίρηται καὶ τὰ νοήματα φωτίζηται. Τοιοῦτός ἐστιν ὁ τοῦ θεοῦ λόγος. Ὅπερ γάρ ἐστιν ἀκόνη σιδήρῳ, τοῦτο θεοῦ λόγος τῇ ψυχῇ. Ἡ ἀκόνη οὐχ ἕν τι χαρίζεται τῷ σιδήρῳ, ἀλλὰ πρῶτον αὐτὸν παρασκευάζει ἀποπτύσαι τὸν ἰόν. Εἶτα παχὺν ὄντα λεπτύνει, ἀμβλὺν ὄντα ὀξύνει, σκοτεινὸν ὄντα λαμπρύνει, σμήχει, φαιδρύνει, ὀξύνει. Οὕτως οὖν ἐστιν ὁ τοῦ θεοῦ λόγος, ποιῶν τὴν ψυχὴν ἀποπτύσαι τὸν ἰὸν τῆς ἁμαρτίας, ἀμβλεῖαν οὖσαν ὀξύνων, παχεῖαν οὖσαν λεπτύνων, σκοτεινὴν οὖσαν λαμ πρύνων. Βούλεται δὲ ἡμᾶς ὁ τοῦ θεοῦ λόγος λαμπροὺς μὲν εἶναι κατὰ τὴν ἀποστολικὴν διάθεσιν τὴν λέγουσαν· Ἵνα ἦτε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. Ἰδοῦ ἡ λαμπρότης. Βούλεται ἡμᾶς εἶναι μὴ ἀμβλεῖς, ἀλλ’ ὀξεῖς· Ζῶν γάρ φησιν ὁ λόγος τοῦ θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Βούλεται ἡμᾶς παχεῖς μὴ εἶναι, ἀλλὰ λεπτύνειν τὴν διάνοιαν τοῖς νοήμασι. Ὅπου γὰρ παχύτης, ἀλλοτρία θεοῦ λόγου· ὅπου δὲ λεπτομερὴς διάνοια, οἰκεία θεοῦ νόμου. Διὰ τοῦτο περὶ τῶν παχυτέρων λέγει ἡ γραφή· Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν. Φέρε τοίνυν καὶ ἡμῶν ὁ θεῖος λόγος καταλαμπέτω τὴν διάνοιαν καὶ μάλιστα τῆς ἁγίας ταύτης προκειμένης νηστείας ἢ λεπτύνει τὰ σώματα καὶ ὀξύνει τὰ φρονήματα. Ἔστι γὰρ καὶ νηστεία παντὸς ἁγιασμοῦ τροφὸς καὶ μήτηρ εὐσεβοῦς διανοίας. Οὐ ζητεῖται πῶς νηστεύσωμεν μόνον, ἀλλὰ πῶς εὐσεβῶς νηστεύσωμεν. Πολλοὶ καὶ διὰ δημοσίας χρείας πραγμάτων νηστεύουσιν, ἀλλ’ οὐ λογίζεται αὐτοῖς εἰς νηστείαν. Ὁ γὰρ σκοπὸς κρίνεται· οὐχ ἡ ἀνάγκη στεφανοῦται. Μετὰ ταύτης τῆς ἁγιοπρεποῦς καταστάσεως ὁ μακάριος Μωϋσῆς τὸν νόμον ἐπαιδεύετο ἐν τῷ ὄρει καὶ τὴν δημιουργίαν ἐδιδάσκετο. Εἴρηται τοίνυν ἡμῖν τῇ χθὲς ἡμέρᾳ, ὅτι ὁ θεὸς μέλλων διδόναι τὸν νόμον διὰ Μωϋσέως πρότερον ἔδειξεν ἑαυτὸν δημιουργὸν καὶ τότε νομοθέτην. Πόθεν ἠδύναντο οἱ Ἰουδαῖοι πιστεῦσαι, ὅτι ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς , εἰ μὴ πρῶτον ἐποίησε τὰ θαύματα ἐν Αἰγύπτῳ δεικνύντα αὐτὸν δημιουργὸν τῆς οἰκουμένης; Ἡμεῖς διδάσκομεν, ἵνα πείσωμεν, ὁ θεὸς πείθει, ἵνα διδάξῃ. Ἐπειδὴ ἔμελλε Μωϋσῆς ἐκτίθεσθαι καὶ λέγειν, ὅτι ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς , εἰ μὴ πρῶτον ἐποίησε τὰ θαύματα ἐν Αἰγύπτῳ καὶ ἔδειξεν, ὅτι πάντων ἐστὶ τῶν κτισμάτων δημιουργός, οὐκ ἂν ἐπίστευσεν ὁ λαός, ὅτι ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἰ μὴ ἐξέτεινε πρῶτον Μωϋσῆς τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ κατήνεγκε χάλαζαν καὶ πῦρ, καὶ ἔμαθον οἱ λαοὶ διὰ τοῦ πιστοῦ θεράποντος, ὅτι αὕτη ἡ θνητὴ δεξιὰ λόγῳ θεοῦ κινηθεῖσα τὸν οὐρανὸν ἐτάραξε καὶ τὴν δημιουργίαν ἐθόλωσε· πολλῷ μᾶλλον ἡ τοῦ θεοῦ κελεύσαντος δεξιὰ ἥδρασε τὸν οὐρανὸν καὶ ἐθεμελίωσε τὴν γῆν. Οὐδεὶς γὰρ κινεῖ δημιουργίαν, ἣν οὐκ ἐποίησεν. Ἔδει τοίνυν δειχθῆναι, ὅτι ὁ θεὸς ἐποίησε τὴν γῆν· ἐξέτεινε Μωϋσῆς τὴν χεῖρα εἰς τὴν γῆν καὶ ἐξῆλθον σκνῖπες. Ἔδει πάλιν δειχθῆναι, ὅτι ὁ θεὸς ἐποίησε τὸ πῦρ· ἔλαβε Μωϋσῆς αἰθάλην καμιναίας καὶ ἔπασσε καὶ ἐπλήρωσε τὰ σώματα τῶν Αἰγυπτίων ἑλκῶν φλογὸς δίκην ζεόντων. Ἔδει δειχθῆναι, ὅτι ὁ θεὸς τὸ ὕδωρ ἐποίησε· μετεβλήθη τὸ ὕδωρ εἰς αἷμα. Ἔδει δειχθῆναι, ὅτι ἐποίησε τὴν θάλασσαν· ἐπετρώθη ἡ θάλασσα καὶ παρῆλθεν ὁ λαός. Πρῶτον οὖν ἔδειξε διὰ τῶν ἔργων, ὅτι δεσπότης, καὶ τὸτε ἡρμήνευσε διὰ τῶν λόγων, ὅτι ποιητής.