Διὰ τί κρύπτεις ὥσπερ ὁ αἱρετικός, προφέρων τὰ συμφωνοῦντα αὐτῷ τῇ διανοίᾳ, κρύπτει δὲ τὴν ἀκολουθίαν δι’ ἧς ἡ καθαίρεσις αὐτοῦ ἑρμηνεύεται; Γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἀνάγνωθι καὶ τὰ ἀκόλουθα· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ κα ταπατήσεις λέοντα καὶ δράκοντα. Ἀλλ’ ἐπειδὴ ἡ προφητεία κατὰ τοῦ διαβόλου, οὐ προφέρει τὰ κατ’ αὐτοῦ, ἀλλὰ τὰ νομισθέντα ὑπὲρ αὐτοῦ. Ὁ σωτὴρ πρὸς αὐτόν· Γέγραπται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.