Τότε ὁ υἱὸς τοῦ θεοῦ εἶπεν ἂν ὅτι οἱ λίθοι οὗτοι ἄρτοι γένωνται ἀκόλουθον ἦν λογισμῷ· τῷ δὲ υἱῷ τοῦ θεοῦ ἁρμόζει καὶ μεταβάλλει ν . Ὁ δὲ σωτὴρ προκρίνας τῷ λογισμῷ τὴν ἀλήθειαν ἔρχεται ἐπὶ τὴν τῶν γραφῶν μαρτυρίαν καὶ λέγει αὐτῷ· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. Μετὰ ταῦτα, ὅτε ἠλέγχθη ὁ διάβολος, μετέρχεται καὶ αὐτὸς εἰς τὰς γραφὰς καὶ λέγει πρὸς τὸν Ἰησοῦν ἀναγαγὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω · καὶ μετὰ τοῦτο· Μὴ πληγῇς , φησίν, τοῦτο γὰρ γέγραπται. Βλέπε τὸν διάβολον πῶς τοῖς ἀλλοτρίοις ὅπλοις κέχρηται, καὶ ἔχε ταῦτα ἐν τῇ διανοίᾳ· γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Εἰπέ, διάβολε, καὶ τὰ ἑξῆς. Οὐκ ἐπιγινώσκεις τὴν ἀκολουθίαν;