Ὁ δὲ σωτὴρ κρύβων τὴν ἀξίαν καὶ προφέρων τὴν οἰκονομίαν (πανταχοῦ γὰρ αὐτῷ ὁ σκοπὸς οὗτος ἦν, δεῖξαι ἑαυτὸν ἀγωνιζόμενον καὶ τὸν πεσόντα τοῦτον στεφανούμενον) λέγει αὐτῷ· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. Ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀγωνίζεται. Εἰ γὰρ περὶ τῆς ἀξίας διελέγετο, ἔλεγεν ἄν· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ υἱὸς τοῦ θεοῦ. Ἀλλὰ καὶ τὸν ἄνθρωπον βουλόμενος δεῖξαι στεφανίτην καὶ τοῦτον τοίνυν ἀγωνιζόμενον καὶ εἰς αὐτὸν φέρων τὰ βραβεῖα τῆς νίκης, λέγει· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος· καὶ ἄνθρωπός εἰμι , φησίν, καὶ οὐ χρείαν ἔχω ἄρτου· ἱκανεῖ γὰρ καὶ λόγος θεοῦ θρέψαι. Βλέπε τὸν πονηρόν. Ὁ διάβολος ἀπὸ λογισμῶν, ὁ δὲ Χριστὸς ἀπὸ γραφῶν διαφορὰν ἐκκλησίας καὶ αἱρετικῶν σημαίνει· οἱ αἱρετικοὶ διαλεκτικοί, ἡ ἐκκλησία πιστή.