Ἀλλ’ ὅρα τί φασιν. Ξένην εὗραν προσηγορίαν τῷ πνεύματι καὶ ὥσπερ κύριοι τιμᾶν ἢ μὴ τιμᾶν λέγουσιν· Ἡμεῖς δὲ τὸ πνεῦμα θεὸν οὐ λέγομεν, ἀλλὰ ἁγιαστικὴν δύναμιν. Πρόσεχε ἀκριβῶς, παρακαλῶ. Ἡμεῖς τὸ πνεῦμα θεὸν οὐ λέγομεν, ἀλλὰ ἁγιαστικὴν δύναμιν, φησίν. Ἆρα ὡς ἁγιάζειν δυναμένη ἐξ ἑαυτῆς ἢ παρ’ ἄλλου δεχομένη καὶ χορηγοῦσα; Τί ἐστιν αὐτὸ τοῦτο, ἁγιαστικὴ δύναμις; Ἐξ οἰκείας αὐθεντίας καὶ δυνάμεως ἁγιάζει ἢ παρὰ θεοῦ δανείζεται τὴν δύναμιν καὶ δίδωσιν; Εἰ μὲν γὰρ ἐξ οἰκείας δυνάμεως ἁγιάζει, θεός. Εἰ δὲ παρὰ θεοῦ λαμβάνει καὶ μεταδίδωσιν, οὐδὲν ἡμῶν διαφέρει. Καὶ γὰρ καὶ ἡμεῖς, οἱ χάριτι θεοῦ ἄνθρωποι τὴν φύσιν, τὴν δὲ ἀξίαν καὶ τὴν παρὰ θεοῦ χειροτονίαν ἱερεῖς, ἁγιάζομεν τοὺς βαπτιζομένους· καὶ οὐκ ἔστι τινὰ ἁγιασμοῦ τυχεῖν ἄνευ χειρῶν ἱερέως. Κάλεσον οὖν καὶ τὸν ἱερέα ἁγιαστικὴν δύναμιν. Ἀλλ’ οὐκ ἔστιν ἁγιαστικὴ δύναμις, ἀλλὰ ἁγιαστικῆς δυνάμεως ὑπηρέτης. Τί οὖν βούλει εἶναι αὐτὸ τὸ ὄνομα, ἁγιαστικὴ δύναμις; Τὸ πνεῦμα. Ὁ γὰρ πατὴρ οὐχ ἁγιαστικὴ δύναμις; Τολμᾷς εἰπεῖν τὸν πατέρα μὴ ἁγιαστικὴν δύναμιν; Τολμᾷς εἰπεῖν τὸν υἱὸν οὐχ ἁγιαστικὴν δύναμιν; Εἰ δὲ ἁγιάζει πατήρ, ἁγιάζει υἱός, ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον, διὰ τί μὴ ἕκαστον καλεῖς ἁγιαστικὴν δύναμιν; Ἀλλὰ ῥήματι εὐφημίας σοφίζεται τὴν κακίαν. Ἑνὶ δὲ χρησάμενος λόγῳ συντόμῳ παρελεύσομαι. Ἐβουλόμην μαθεῖν, τίνος ἕνεκεν ἐν τῷ βαπτίσματι παραλαμβάνει τὸ πνεῦμα τὸ ἅγιον ὁ φρονῶν αὐτὸ ἀλλότριον τῆς θεότητος. Λέγουσιν ὅτι Ἐπειδὴ μὴ ἐχώρει θνητὴ φύσις φθάσαι πρῶτον πρὸς τὸν πατέρα, ὁδηγίαν λαμβάνει πρώτην τοῦ πνεύματος. Πρῶτόν φησιν ὑπὸ τοῦ ἁγίου πνεύματος φωτίζεται τὴν ψυχήν· εἶτα προκόπτει εἰς γνῶσιν τοῦ υἱοῦ, εἶτα ἀπὸ τοῦ υἱοῦ προκόπτει εἰς τὸν πατέρα. Βλέπε ξένους βαθμοὺς κακίας. Μάχεται δὲ αὐτοῖς καὶ ἡ δεσποτικὴ φωνὴ καὶ ἡ πεῖρα τῶν πραγμάτων. Εἰ γὰρ τοῦτο οὕτως εἶχεν, ἐχρῆν βαπτίζεσθαι οὐ πρῶτον εἰς ὄνομα πατρός, ἵνα πρῶτον τοῦ μικροῦ καταξιωθῶ, εἶτα εἰς υἱόν, ἵνα εἰς μέσον φθάσω, εἶτα ἀπὸ τοῦ υἱοῦ εἰς τὸ τέλειον ἀπαντήσω. Νῦν δὲ βαπτίζομαι εἰς ὄνομα πατρὸς πρῶτον. Διὰ τί; Εἶπεν ὁ σωτήρ· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ Τίνος ἕνεκεν καὶ τοῦ υἱοῦ; Κατέγνως γὰρ τῆς δυνάμεως τοῦ πατρὸς καὶ ἐπεισάγεις ἑτέραν δύναμιν; Οὐκ ἀρκεῖ πρὸς ἑαυτὸν ἁγίασαι; Ἢ δὸς δύναμιν τῆς τριάδος καὶ μίαν θεότητα, καὶ ἔχει χάριν τὸ βάπτισμα· ἢ ἐὰν τέμῃ τὴν φύσιν, ὑβρίζεις τὴν θεότητα Μετὰ ὑπογραφὴν βασιλέως εἰσάγεις ὑπογραφὴν δούλου; Μετὰ δεσποτικὴν αὐθεντίαν εἰσάγεις τῆς κτίσεως τὴν ταπεινότητα; Τί κοινόν ἔχει τὸ πνεῦμα τὸ ἅγιον μετὰ τοῦ πατρὸς; Ἐλευθερῶσαι; Εἰ δοῦλόν ἐστι πῶς ἐλευθεροῖ; Χάριν ὁμολογεῖν ὀφείλει, ἐὰν αὐτὸ ἐλευθερίας μὴ καταξιωθῇ. Ἀλλὰ ταῦτα εἰς ἔλεγχον τῆς βλασφημίας ὧδε Παῦλος λεγέτω· Οὗ δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. Ἀλλ’ ἐπειδὴ δεῖ καὶ τὴν παρὰ τοῦ ἁγίου πνεύματος διδασκαλίαν ἀναμεῖναι, ἵνα ἀληθῶς τῇ ἁγίᾳ τριάδι σφραγισθῇ τὸ κήρυγμα τῆς εὐσεβείας, μέχρι τούτου στήσαντες τὸν λόγον, ἀσφαλισώμεθα ἑαυτῶν τὴν διάνοιαν καὶ τειχίσωμεν ἑαυτοὺς τῇ ὀρθοδόξῳ πίστει, προφητῶν ἴχνεσιν ἀκολουθοῦντες, ἀποστόλων ὀχυρώμασιν, ἵνα μὴ χώραν ἔχῃ τὰ βέλη τῆς πονηρίας, ἃ ὁ κύριος Ἰησοῦς καταργήσει· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.