Οἱ μὲν πρῶτοι καὶ μέσοι τῆς ἁγιωτάτης νηστείας ἀγῶνες χάριτι θεοῦ διηνύσθησαν, καὶ ἕκαστος κατὰ τὴν ἑαυτοῦ δύναμιν ἀπηνθίσατο τῆς ἀρετῆς τὸν λειμῶνα· σήμερον δὲ αὕτη ἡ τελευταία τῶν ἀγώνων ἀκμὴ ἔφθασεν, ἀκμαιοτέρους μὲν ὑποτιθεμένη τοὺς πόνους, λαμπροὺς δὲ πλέκουσα τοὺς στεφάνους· παντὸς γὰρ ἀγῶνος καὶ πάσης ἀρετῆς τὰ τέλη λαμπρά. Διὰ τοῦτο καὶ οἱ τέλειοι εἰς τέλος τὴν ἀρετὴν ἐξανύουσιν. Λεγέτω τοίνυν ὁ μακάριος Δαυὶδ πρὸς τὸν φιλόθεον τοῦτον λαὸν τὴν ἐπιγραφὴν τῶν θείων γραφῶν· Εἰς τὸ τέλος μὴ διαφθείρῃς. Πολλοῖς τῶν ἑαυτῶν ψαλμῶν ἐπέγραψεν ὁ μακάριος Δαυὶδ τοῦτο τὸ προοίμιον· Εἰς τὸ τέλος μὴ διαφθείρῃς, τουτέστιν, οἷς ἐνήρξω καλῶς, τέλος ἐπίθες καλόν. Λαμπροὺς ὑποτίθεται ἀγῶνας ἡ τελευταία τῶν ἀγώνων ἀκμή, οὐ πόνῳ διαλυομένους, ἀλλὰ πόθῳ κατορθουμένους. Καθ’ ἑαυτὸν πόνος καὶ σάρκα κατατήκει καὶ ψυχὴν οὐκ εὐεργετεῖ· ὁ δὲ πόθος καὶ ψυχὴν πτεροῖ καὶ τὸ σῶμα κουφότερον ἀπεργάζεται. Διὰ τοῦτο νηστεύομεν, ἀδελφοί, οὐχ ἵνα σάρκα μαράνωμεν, ἀλλ’ ἵνα τῇ ψυχῇ σχολὴν παράσχωμεν, ἵνα τῶν ἀνθρωπίνων αὐτὴν ἀπάγοντες τὰ θεῖα φιλοσοφεῖν διδάξωμεν. Διὰ τοῦτο νηστεύομεν, ἵνα χαλινὸν σωφροσύνης ἀναλάβωμεν καὶ ὥσπερ ἀτάκτου πώλου σκιρτήματα τῆς ἐπιθυμίας τὰς ὁρμὰς ἀποκρουσώμεθα Διὰ τοῦτο νηστεύομεν, ἵνα καὶ τὰ προειρημένα ὑπὸ τοῦ καλοῦ διδασκάλου, τὴν πολυκέφαλον λέγω κακίαν, ἐκτέμωμεν, τὸν δράκοντα τὸν πολλὰς ἔχοντα κεφαλάς. Πολλαὶ δὲ κεφαλαὶ τοῦ δράκοντος αἱ πολύμορφοι κακίαι. Πρώτην αὐτοῦ εἶπε κακίαν τὴν ὑπερηφανίαν· Ἀρχὴ γὰρ ὑπερηφανίας ἀποστῆναι κυρίου. Οὐδὲν ὑπερηφανίας βδελυρώτερον· τοσοῦτον κακὸν ὡς καὶ ὑπ’ αὐτῶν τῶν ὑπερηφάνων μισεῖσθαι. Τίς γὰρ ὑπερή φανος ἀνέχεται ἄλλον ἰδεῖν ὑπερήφανον πραεῖ τῷ ὀφθαλμῷ, καὶ ὃ ἔχων οὐκ αἰσχύνεται, τοῦτο βλέπων ἀηδίζεται; Τοιοῦτον γὰρ ἡ κακία. Αὐτὸ τὸ ἔργον οὐ παραιτεῖται. ὁ πόρνος αἰσχύνεται ἀκοῦσαι πόρνος καὶ ὃ ποιῶν ἥδεται, τοῦτο ἀκούων αἰσχύνεται. Ὁ ὑπερήφανος τὸ πάθος ἑαυτοῦ μισεῖ καὶ τὸ ὄνομα βδελύττεται. Διὰ τοῦτο ὁ προφήτης Ἡσαΐας κατὰ πάσης ἁμαρτίας ἀπιδὼν τὴν τοῦ θεοῦ παρουσίαν ἰδικῶς κατὰ τῶν ὑπερηφάνων αὐτὴν παρασκευάζει λέγων· Ἰδοὺ ἡμέρα κυρίου Σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ μετέωρον. Καὶ λοιπὸν ἀπεικάζων τὴν ὑπερηφανίαν διαφόροις ἐπάρμασιν ὅρα τί ποιεῖ. Τοὺς ὑπερηφάνους καλεῖ καὶ ὄρη καὶ βουνοὺς καὶ κέδρους, καὶ ὑποβάς, τείχη καὶ πύργους. Καὶ λοιπόν, ὅταν αὐτῶν τὸ ὕψος δείξῃ, τότε τὴν καθαίρεσιν ἑρμηνεύει. Ὅτι δὲ τὴν ὑπερηφανίαν τοσούτοις ὀνόμασιν ἡ γραφὴ διαβάλλει, ἄκουε τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡμέρα κυρίου Σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασὰν καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πᾶν πλοῖον καὶ ἐπὶ πᾶσαν θέαν πλοίων. Καὶ ἀπαριθμησάμενος κέδρους, δένδρα Βασάν , ὄρη, βουνούς, τείχη, πύργους, ἵνα δείξῃ ὅτι οὐ περὶ αἰσθητῶν διαλέγεται, ἀλλὰ τὴν ἐν ἀνθρώποις ὑπερηφανίαν διαβάλλει, ἐπήγαγεν· Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Βλέπε· Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὅρος ἐκάλεσεν τὴν ὐπερηφανίαν, βουνόν, τεῖχος, πύργον οὐκ ἀσφαλῆ, ἀλλ’ ὡς μόνην ἔχοντα ὄψιν ὑψηλήν. Ἐπεὶ εἰ βουληθείημεν ἀκριβῶς ἐξετάσαι, καὶ τὴν ἀρετὴν τὴν ἐν ἀνθρώποις τούτοις τοῖς ὀνόμασιν ἐκάλεσεν ἡ γραφή , Ἐκάλεσε δικαίου ἀρετὴν τεῖχος καὶ πύργον, ὥς φησιν τῷ Ἱερεμίᾳ ὁ θεός· Ἰδοὺ τίθημί σε ὡς στῦλον σιδηροῦν καὶ τεῖχος χαλκοῦν, καὶ πολεμήσουσι πρὸς σὲ καὶ οὐ μὴ δύνωνται. Ἄλλο τεῖχος εὐσεβείᾳ τετειχισμένον, ἄλλο τεῖχος ἐξ ὑπερηφανίας ἐπηρμένον· τὸ μὲν σχῆμα τὴν ὄψιν ἔχει, τὸ δὲ δυνάμει ἐκλάμπει. Μηδὲ γὰρ τοῦτο παρελθέτω ὑμῶν τὴν φιλήκοον καὶ φιλομαθῆ ψυχήν. Πέφυκεν ἡ γραφὴ ταῖς αὐταῖς εἰκόσι κεχρῆσθαι πρὸς ἀρετὴν καὶ κακίαν, οὐ συγχέουσα τῶν πραγμάτων τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ κακῶς τὸ οἰκεῖον ἐκλαμβάνουσα καὶ πρὸς ἀρετὴν τὸ ἴδιον ἀπονέμουσα. Ἐκάλεσεν ἡ θεία γραφὴ καὶ τὸν ὑπερήφανον κέδρον Λιβάνου· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Ἰδοὺ κέδρος ὁ δίκαιος πάλιν· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται , οὐκ ἐπαρθήσεται. Ἐκλήθησαν οἱ δίκαιοι ὄρη, οὐ διὰ τὸ ὑψηλὸν τῆς ὑπερηφανίας, ἀλλὰ διὰ τὸ μέγεθος τῆς ἀρετῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις . Ποῖα ὄρη, ἐν οἷς οἱ θεμέλιοι ἐπάγησαν; Ἄκουε Παύλου λέγοντος· Ὑμεῖς ἐστε οἰκοδομὴ θεοῦ ἐποικοδομηθέντες. Ἐκεῖνά ἐστιν ὄρη, ἀλλ’ ὄρη φωτεινά ἐστιν. Ἀλλ’ ὅρα, τὰ τῆς ἀσεβείας ὄρη σκοτεινά ἐστιν, περὶ ὧν ὁ προφήτης· Οὐαὶ οἱ προσκόπτοντες περὶ ὄρη σκοτεινά. Ὄρη σκοτεινὰ καλεῖ τὴν τῶν δαιμόνων πλάνην, τὴν τῆς ὑπερηφανίας ἔπαρσιν. Ὄρη δὲ φωτεινὰ καλεῖ τοὺς ἀποστόλους, δι’ ὧν ὁ θεὸς ἤστραψεν. Ἐπειδὴ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τὰ ἄκρα τῶν ὀρέων καταλαμβάνουσι πρῶται αἱ ἡλιακαὶ ἀκτῖνες, καὶ ἡ τοῦ θεοῦ εὐεργεσία ἀνατέλλουσα πρῶτον καταλαμβάνει τὰ ὑψηλὰ τῶν ἀρετῶν, καλεῖ τοὺς δικαίους ὄρη, ὅτι ὥσπερ ἐκεῖνα ἐκ γῆς ἔχοντα τὴν φύσιν ὑπέρκεινται τῆς γῆς, οὕτω καὶ οἱ προφῆται καὶ δίκαιοι ἐξ ἀνθρώπων ἔχοντες τὴν φύσιν, ὑπὲρ ἄνθρωπον ἔχουσι τὸ πολίτευμα. Περὶ τούτων ἔλεγεν τῶν ὀρέων ὁ μακάριος Δαυίδ · Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων · διὰ γὰρ τῶν προφητῶν ἐξέλαμψε τὸ φῶς τῆς εὐσεβείας. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν Πῶς τὴν ὑπερηφανίαν στηλιτεύει Ἡσαΐας ; Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἀλλ’ ἐντεῦθεν βλέπε πάλιν τῆς τοῦ Χριστοῦ θεολογίας τὸ μέγεθος· οὐδαμοῦ γὰρ προφήτης λαλεῖ Χριστὸν μὴ ἀναπνέων· οὐδὲν ἔξω Χριστοῦ φθέγγεται προφήτης. Ἐκεῖνον ὑμνεῖ, καὶ τὸν ἐκείνου πατέρα θεολογεῖ· κἂν πατρὸς μνημονεύσῃ, τὸν υἱὸν ἐκλάμπει τῇ θεολογίᾳ· κἂν υἱὸν κηρύξῃ, τὸν πατέρα προαστράπτει· κἂν τὸν πατέρα εἴπῃ, τὸ πνεῦμα κηρύττει. Ἀχώριστος ἡ τριάς, ἀμέριστος ἡ βασιλεία