Τῶν οὖν ἀποστόλων μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν . Τὸ δὲ βλέπειν παρὰ τῇ γραφῇ τὸ τῷ νοερῷ τῆς ψυχῆς ὄμματι καταλάμπεσθαι καὶ ὁρᾶν τὰ βάθη τῆς ἀληθείας. Διὰ τοῦτο ἐν τοῖς ἀρχαίοις τοὺς προφήτας ἐκάλουν βλέποντας, οὐχ ὡς τῶν ἄλλων ἀνθρώπων τυφλῶν ὄντων, ἀλλ’ ὡς τούτων ἀληθῶς τὰ βάθη τῆς ἀληθείας καθορώντων. Διὰ τοῦτο Σαούλ , ὁ βασιλεὺς ὅταν ἔμελλεν ἐπὶ τὴν βασιλείαν διαβαίνειν, ἐξελθὼν εἰς ἐπιζήτησιν τῶν ὄνων τοῦ πατρὸς, ἠρώτα τινὰ τῶν προχωρούντων τῇ πόλει, εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων , ἀντὶ τοῦ Ὧδέ ἐστιν ὁ προφήτης; Καὶ ἀλλαχοῦ Ἀμὼς τῷ προφήτῃ ἕτερος ἀντιπροφητευόμενος ἔλεγεν· Ὁ ὁρῶν, βάδιζε καὶ ἐκχώρησον εἰς γῆν Ἰούδα, κἀκεῖ καταβίου, καὶ ἐκεῖ προφήτευε . Μόνοι τοίνυν ὀρθῶς ὁρῶσιν οἱ θεὸν εἰδότες· ὁρᾶται δὲ θεὸς οὐ σαρκὸς ὄμμασιν, ἀλλὰ καθαρᾷ τῇ καρδίᾳ κατὰ τὸ Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Μακαρίζει τοίνυν ὁ σωτὴρ ἐν τῷ σώματι τὰ ὄργανα τῆς ἀρετῆς, ὀφθαλμοὺς καλῶς βλέποντας καὶ ὦτα διακριτικῶς ἀκούοντα. Μακάρια τὰ ὦτα οὐ τῶν καλῶς ἀκουόντων, ἀλλὰ τῶν μετὰ συνέσεως δεχομένων· δεῖ γὰρ ἀκούσαντα νοῆσαι καὶ νοήσαντα ὑπακοῦσαι κατὰ τὸ γεγραμμένον· Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου , ἀντὶ τοῦ Ὑπάκουσον, νόησον. Τοίνυν τῶν μαρτύρων τὰ μέλη πάντα μακαρίζεται, καὶ ὀφθαλμοὶ σώματος καὶ ψυχῆς θεὸν καλῶς θεασάμενοι· οἱ μὲν τοῦ σώματος, ὅτι ἀπὸ τῆς δημιουργίας τὸν δημιουργὸν ἐπέγνωσαν, οἱ δὲ τῆς διανοίας, ὅτι τῇ καθαρότητι τῆς καρδίας τὸν θεὸν ἐθεάσαντο. Μακάρια αὐτῶν καὶ τὰ ὦτα ἐγένοντο δεξάμενα τοὺς θείους λόγους· ὥσπερ γὰρ ἡ δεξαμενὴ προσκέκλιται σωλῆνι ῥέοντι, οὕτως ἡ ἀκοὴ τοῦ δικαίου προσκέκλιται τοῦ θείου νόμου τοῖς νάμασι κατὰ τὸ εἰρημένον· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Διὰ τί κλινῶ ; Ἐπειδὴ πᾶσα ὑδρία δεχομένη ὕδωρ κεκλιμένῳ τῷ σχήματι δέχεται, οὕτως πᾶσα ἀκοὴ κλίνουσα ἑαυτὴν πρὸς ὑπακοήν, δεχομένη τὰ ῥεύματα τοῦ θείου λόγου. Μακαρίζω αὐτῶν καὶ τὰς πλευράς, αἳ τὴν ἀήττητον πλευρὰν τῆς εὐσεβείας ἐδέξαντο ξεσθεῖσαι καὶ τὴν εὐσέβειαν μὴ ἀποσμήξασαι. Οὐκ ἀργῶς δέ, ἀδελφοί, πανταχοῦ αἰ βάσανοι κατὰ τῶν πλευρῶν ἐγίνοντο τῶν δικαίων, ἐπειδὴ ἀπὸ πλευρᾶς ἡ ἁμαρτία. Ἁμαρτίαν δὲ λέγω οὐ τὴν γυναῖκα τὴν ἐκ τῆς πλευρᾶς, ἀλλὰ τὴν δι’ ἐκείνης εἰσελθοῦσαν ἁμαρτίαν· οὐ γὰρ τὸ δημιούργημα ἁμαρτίας φύσιν ἔχει, ἀλλὰ τῇ ἀποχῇ εἰσῆλθε τὸ τῆς ἁμαρτίας κακόν. Ὅμως, ἐπειδὴ αἰτία γέγονεν τῆς ἁμαρτίας ἡ πλευρά, οἱ μάρτυρες ἐπέξεσαν τὰ μέλη, ἐξ ὧν ἐπήγασεν ἡ ἁμαρτία. Ἐντεῦθεν καὶ ὁ σωτὴρ ἐπὶ τοῦ σταυροῦ κατὰ τῆς πλευρᾶς ἐδέξατο τὴν λόγχην, κἀκεῖθεν ἐξῆλθεν αἷμα καὶ ὕδωρ εἰς καθαρισμὸν ψυχῶν καὶ ἁγιασμὸν σωμάτων. Ἐπὶ μὲν οὖν ἀνδρῶν οὕτως πολλάκις μακαρίζεται, ὡς ἐμακαρίσθη καὶ ἡ μακαρία Μαρία λεγούσης τινός· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας .