Ἄρχεται καὶ ὁ Δαυὶδ λέγειν· Δείξω σοι κἀγὼ ὡς βασιλεύς, ποῦ κάθηται ὁ ἐξ ἐμοῦ καὶ ἐμὸς δεσπότης. Βλέπετε, ποῦ κάθηται, περὶ οὗ ἀψευδῶς εἶπον· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου . Παραστήσεται καὶ Παῦλος λέγων· Συγχωρίσατε κἀμοί· δείξω τὰ ἐμὰ ἀληθεύοντα. Βλέπετε τὸν σωτῆρα ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου . Εἶτα οἱ ξεναγωγούμενοι· Τίς οὗτος ὁ χορὸς τῶν λαμπόντων; Οὗτοί φησιν οἱ προφῆται· οὗτοι δὲ οἱ στίλβοντες, οἱ ἀπόστολοι· οὗτοι οἱ τοῖς μώλωψιν ἀστράπτοντες, οἱ μάρτυρες · οὗτοι οἱ θάλλοντες, οἱ ἀσκηταί· οὗτοι οἱ τὸν παράδεισον τρυγῶντες, οἱ νηστευταί· καὶ ἵνα συντεμὼν εἴπω, πάντες οὗτοι καὶ ὁ ὄχλος οὗτος, ὁ χορὸς ὁ ζῶν καὶ εἰς ζωὴν αἰώνιον εἰσελθών, ἔστιν ὁ κοπιάσας δι’ εὐσέβειαν, καθὼς λέγει Δαυίδ · Καὶ ἐκο πίασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος . Οὕτως ξεναγωγοῦνται οἱ δοῦλοι τοῦ θεοῦ, ὅταν εἰσέλθωσιν εἰς τὴν βασιλείαν ἐκείνην. Πάλιν ἐκεῖνοι οἱ προλαβόντες ἀναμένουσιν τοὺς ἐντεῦθεν ἐξερχομένους, ὅταν ἐξέλθῃ δικαίου ψυχὴ ἐντεῦθεν παραπεμπομένη διὰ χειρῶν ἁγίων ἀγγέλων· καὶ παριστῶσιν ἐν τῇ βασιλίδι πόλει – μόνη γὰρ βασιλεύουσα πόλις ἡ ἄνω Ἰερουσαλήμ –, καὶ παρεστήκασιν ὡς ἐν λιμένι· καὶ βλέποντες οἱ προλαβόντες λέγουσι· Ταῦτα τὰ σκάφη, πόθεν ἦλθον; Τί ἤνεγκαν; Τί ἐπραγματεύσαντο; Ταῦτα λέγουσιν οἱ προλαβόντες δίκαιοι ὡς ἐν λιμένι ἐν τῇ βασιλείᾳ θεωροῦντες τοὺς ἐκ τοῦ πολυστενάκτου βίου τούτου καὶ πολυκυμάντου εἰσερχομένους καὶ ἀβλαβῆ τὰ σκάφη φέροντας, οἷον, ἵνα ὡς ἐν εἴδει παραστήσω, τότε οἱ πρὸ τοῦ Ἰὼβ ἠρώτων· Τί ἤνεγκε τὸ σκάφος πραγματείαν; Γέμον ἐστί φησιν ὑπομονῆς. Εἰσῆλθε τὸ σκάφος τοῦ Δαυίδ · ἐρωτῶσιν οἱ παρὰ τὸν λιμένα· Τί φέρει τὸ σκάφος; Ἀκούουσι παρὰ τῆς θείας δυνάμεως ὅτι πραότητα φέρει φόρτον. Ὁ Ἰωσήφ , τί ἦλθε φέρων; Σωφροσύνης φόρτον. Τί ἦλθε φέρων ὁ Δανιήλ ; Σοφίας φόρτον. Διάφορα οὖν χαρίσματα ἐνεπορεύσαντο. Ὁ μὲν πίστιν ἐπραγματεύσατο. Μᾶλλον δὲ οἱ πάντες ἄνευ πίστεως οὐδὲν ἐπραγματεύσαντο· ὁ δὲ σωφροσύνην· ὁ μὲν ὑπομονήν, ὁ δὲ μαρτυρίου πάθη· ἄλλος ἀσκητικοῦ, ἄλλος νηστείας, ἄλλος ἀγρυπνίας κέρδος, ἄλλος ἐλεημοσύνης καὶ φιλοπτωχίας· οἶδας γὰρ ὅτι ὁ πραγματευόμενος, ἐὰν μὴ εὕρῃ ὀλίγου λαβεῖν καὶ πολλοῦ πωλῆσαι, οὐ πραγματεύεται, ἀλλὰ κἂν ἴδῃ πολλάκις ἀρκοῦσαν αὐτῷ τὴν ἐμπορίαν πρὸς διατροφήν, κέρδος δὲ μὴ προσποριζόμενον, λέγει· Τοῦτό με οὐ τρέφει. Οὕτω καὶ σύ, ὅτε πραγματεύει τὴν δικαιοσύνην, ἐὰν οἶδας ὅτι ἀσθενὴς εἶ πρᾶσαι, εἰπέ· Τοῦτό με οὐ σώζει. Οἷον κρεῖττόν μοι φέρει τὸ κέρδος, τοῦτο πραγματεύσομαι. Δείξω σοι πῶς ὀλίγου ἀγοράζεται ἐνταῦθα ἀρετή, καὶ πολλοῦ πωλεῖται. Τί εὐκοπώτερον ψυχροῦ ὕδατος; Βλέπε τῶν ἀρετῶν τὸ εὔωνον. Δύνῃ ἀγοράσαι διὰ ψυχροῦ ποτηρίου καὶ κλάσματος ἄρτου βασιλείαν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.