Τότε παραστήσεται Παῦλος , τότε ἥξει Ἡσαΐας · καὶ ὥσπερ, ἀδελφοί, ἐπειδὰν τοῖς μηδέπω μεγάλην πόλιν θεασαμένοις ἐπαγγέλλομεν· Ἐλθέ, καὶ ὁρᾷς πόλιν μεγάλην, δημόσια λοετρὰ κάλλει καὶ μεγέθει διαφέροντα. Ἐπειδὰν γοῦν ἐκεῖνός ποτε καταξιωθῇ ἐλθεῖν εἰς τὸν τόπον, ἄρχεται προεπαγγειλάμενος τὴν θέαν ἐναβρύνεσθαι καὶ λέγειν· Μὴ ἐψευσάμην; Μὴ οὐκ ἔδειξά σοι; Καὶ ὥσπερ ὁ ἐν πείρᾳ τῆς πόλεως ξενιεῖ τὸν ξένον καὶ δείκνυσι αὐτῷ τὰ μὴ γνωριζόμενα καὶ λέγει· Αὐτός ἐστιν ὁ τόπος, περὶ οὗ σοι διελέχθην. Οὗτός ἐστιν ὁ τόπος, περὶ οὗ σε ἐδίδαξα , οὕτω καὶ τότε οἱ δίκαιοι παρίστανται τοῖς εἰς τὴν βασιλείαν εἰσαχθεῖσιν. Ἄρχεται τότε λέγειν Ἡσαΐας · Μὴ ἐψευσάμην εἰπὼν ὅτι τότε εὐφρανθήσονται καὶ ἔπαινον ὑπὲρ κεφαλῆς αὐτῶν ἕξουσιν; Ἔνθα ἀπέδρα στεναγμός , ἀπέδρα λύπη . Καὶ πάλιν ὁ αὐτὸς Ἡσαΐας ἐρεῖ τοῖς ἄλλοις· Ἐλθέ, καὶ δείξω σοι, ὃν προσεκύνεις, ὃν οὐκ εἰδὼς ἠγάπας καὶ πίστει ἐσέβου. Ἐλθέ, δείξω κεχρημένος ταῖς φωναῖς τῶν προφητῶν. Ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ’ ᾧ ἠγαλλιώμεθα καὶ ἠλπίσαμεν . Εἶτα οἱ θεασάμενοι λέγουσιν· Κύριε, ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον πλήν σου.