Οὐδὲ τοῦτο παρέλιπεν ἡ παλαιά, ἀλλ’ ὡς ἐν ἀναγραφῇ τὴν μέλλουσαν παρουσίαν τοῦ σωτῆρος εἰσάγει τοὺς δικαίους λέγουσα· Αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον. Ποῖον κρίμα; Τὸ γεγραμμένον ὅτι Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ , τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον. Καὶ βλέπε τὴν διαίρεσιν. Κρινοῦσιν οἱ δίκαιοι τὸν κόσμον τότε, οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι οἱ τὴν οἰκουμένην γεωργήσαντες τῷ θείῳ λόγῳ. Καὶ τί φησιν; Ῥομφαῖαι δίστομοι , ἀντὶ τοῦ Θεῖοι λόγοι. Λόγῳ γὰρ κρινεῖ ὁ δίκαιος. Ζῶν γὰρ ὁ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον . Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς . Ἄλλο ἐθνῶν ἐκδίκησις καὶ ἄλλο λαῶν ἔλεγξις. Πρόσεχε, παρακαλῶ· Ἔθνη καλεῖ τὰ τῷ Ἑλληνισμῷ ἐναπομείναντα καὶ Χριστοῦ δόξαν μὴ δεξάμενα· παρ’ ἐκείνων ἐκδίκησιν, καθὼς λέγει ὁ σωτήρ· Τοὺς δὲ ἐχθρούς μου τοῦ μὴ θελήσαντας βασιλεῦσαί με ἐπ’ αὐτούς, ἀγαγόντες σφάξατε ἔμπροσθέν μου . Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν τοῖς ἀπιστήσασι παντελῶς, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Λαοὺς λέγει τοὺς μὴ θελήσαντας ἐλθεῖν εἰς ἐπίγνωσιν· τούτους οὐκ ἐκδικεῖ ὡς ἐχθρούς, ἀλλ’ ἐλέγχει ὡς δεσπότης τὰ ἁμαρτήματα ἀνακρίνων. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς , αὐτῶν τῶν ἐθνῶν τῶν ἀπίστων, οὐ τῶν ἐν εὐσεβείᾳ διαπορευσάντων· οἱ γὰρ μετ’ εὐσεβείας βασιλεύοντες καὶ ἐν τοῖς παροῦσι καὶ ἐν τοῖς μέλλουσι βασιλεύουσιν. Εἰ γὰρ θέλετέ φησι καὶ βασιλεῖς καὶ τύραννοι, εἰς τὸν αἰῶνα βασιλεύειν, τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε . Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις. Ἐννόησον, ἀδελφέ, τοὺς διώκτας πεπεδημένους ὑπὸ τῆς ἁμαρτίας· ἐννόησον τοὺς δεχομένους ἐξουσίαν τοὺς κρίνοντας κρῖναι, τοὺς βασανίσαντας βασανίσαι· ἐννόησον τόν ποτε καθήμενον τύραννον ἐπὶ βήματος παρεστῶτα τῷ μάρτυρι καὶ τὸν μάρτυρα ἐπιδεικνύντα τὴν ἑαυτοῦ πλευρὰν καὶ λέγοντα· Οὐ ταύτην σὺ κατέξανας; Οὐ τοῦτόν μου τὸν τράχηλον σὺ ἀπέκοψας; Τί ἔχων ἐγκαλεῖν; Ὑπὲρ ποίας ἱεροσυλίας, ὑπὲρ ποίας ἀδικίας οὕτως ἔκρινας; Λαβὼν παρὰ θεοῦ τοῦ κρίνειν ἐξουσίαν, κατὰ τῶν οἰκετῶν τοῦ θεοῦ τὸν θυμὸν ἐξέχεας.