Μισθὸν τοίνυν λέγει ἡ καινὴ διαθήκη τοῖς διωκομένοις τεταμιευμένον· Μακάριοι γάρ ἐστέ φησιν, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ἡμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μισθὸς πολὺς μάρτυσι τοῖς θλιβομένοις, τοῖς τὰ αἵματα ἐκ χέουσιν, τοῖς δι’ εὐσέβειαν ἀσκοῦσιν, τοῖς νηστείαν ὑπομένουσιν, τοῖς θλῖψιν καὶ πάντα πόνον δι’ εὐσέβειαν βαστάζουσιν. Ὃν ἐπηγγείλατο μισθὸν πολὺν τοῖς θλιβομένοις δι’ εὐσέβειαν ἐπαγγέλλεται καὶ τῷ Ἀβραὰμ πατοῦντι ἀνθρωπίνην δόξαν, Ὅτε γὰρ μετὰ τῶν ἰδίων οἰκογενῶν τοὺς βασιλεῖς τῶν Ἀσσυρίων ἐτροπώσατο, ὅτε τῇ πίστει τοὺς βασιλεῖς καταγωνισάμενος ἀφαιρεῖται παρ’ αὐτῶν τὴν αἰχμαλωσίαν Σοδόμων καὶ Γομόρρων καὶ τῆς Πενταπόλεως Ἔτι γὰρ διέμενον αἱ πόλεις αὗται, καὶ ὡς ἡττήθησαν οἱ πέντε βασιλεῖς, κρείττων ἐκείνων γενόμενος τῶν νικησάντων ὁ μέγας νικητής, ὁ τῇ πίστει γενόμενος, τοὺς ὑπεναντίους ἀφαιρεῖται πᾶσαν αἰχμαλωσίαν, τὰς γυναῖκας, τὰ παιδία τὰ αἰχμαλωτισθέντα ἀπὸ Σοδόμων καὶ λαβὼν πάντα ἐπανέρχεται· ἐξέρχονται οἱ ἡττηθέντες βασιλεῖς οἱ Σοδομῖται καὶ Γομορρῖται εἰς ἀπάντησιν τοῦ νικητοῦ, καὶ ὡς νικητῇ καὶ τὴν σωτηρίαν αὐτοῖς χαρισαμένῳ καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία ἀπὸ αἰχμαλωσίας ῥυσαμένῳ λέγουσιν αὐτῷ· Ἔχε μισθὸν τῶν ὑπὲρ ἡμῶν πεπονημένων σοι τὸν ἵππον , ἀντὶ τοῦ Τὴν ἱππικὴν δύναμιν πᾶσαν. Πάντας ἡμῶν τοὺς ἵππους φησὶν καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον λάβε· μόνον δὸς ἡμῖν τὰς γυναῖκας καὶ τὰ παιδία . Εἶτα ὁ μακάριος Ἀβραὰμ παραιτούμενος τὴν δόξαν τὴν παρ’ ἀνθρώπων καὶ μὴ θελήσας τῶν ἰδίων καμάτων παρ’ ἀνθρώπους μισθοὺς λαβεῖν, λέγει· Ἐκτενῶ τὰς χεῖράς μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ λήψομαι ἀπὸ λώματος ἕως σφαιρωτῆρος ὑποδήματος , ἵνα μή τις εἴπῃ ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβραάμ · ἔχω τὸν πλουτίζοντά με καὶ οὐ δέομαι πτωχοῦ πλούτου. Τί οὖν; Ὡς ἀπεμέμψατο τὴν παρ’ ἀνθρώπων τιμήν, εὐθέως μετὰ μίαν συλλαβὴν ἡ γραφή· Καὶ εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ · Μὴ φοβοῦ, Ἀβραάμ · ὁ μισθός σου πολὺς ἔσται σφόδρα . Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τῇ λέξει ἅπαξ λέγω ἐν τῇ παλαιᾷ καὶ ἅπαξ ἐν τῇ νέᾳ· ὁ δὲ Δαυὶδ ἐν ἑτέρῳ λέγει τὰ αὐτὰ φρονῶν· Ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή , ἀντὶ τοῦ Ὁ μισθὸς πολύς. Ὅρα πόσου μισθοῦ καταξιοῦνται οἱ μάρτυρες , πόσου δὲ μισθοῦ καταξιοῦσαι καὶ σὺ προτιμῶν τῶν ἀνθρωπίνων τὰ τοῦ θεοῦ. Οὐ λήψομαι ἀπὸ λώματος μέχρι σφαιρωτῆρος ὐποδήματος. Τί ἐστιν σφαιρωτήρ; Τὸ λεγόμενον παρ’ ἡμῖν, ἵνα τῇ κοινῇ λέξει χρήσωμαι, λωρίον. Διὰ τί δὲ σφαιρωτὴρ λέγεται; Ἐπειδὴ τὸ δέρμα πολλάκις κυκλοειδὲς ἀπεργαζόμενος ὁ τεχνίτης τότε τέμνει. Ἡμεῖς λέξιν ἑρμηνεύομεν κοινῆς τέχνης· Παῦλος δὲ καὶ τὸ ἔργον ἐποίησεν, ἀλλὰ τότε δέρματα νεκρὰ ἐργαζόμενος. Μετὰ ταῦτα τῇ δυνάμει τοῦ πνεύματος φρονήματα δαιμόνων κατέτεμεν καὶ ῥίψας τὴν σμίλην τῆς τέχνης ἔλαβεν τὴν μάχαιραν τοῦ πνεύματος τέμνων πάντα τῶν ἀσεβῶν τὰ φρονήματα, ὡς αὐτοῦ ἔστιν ἀκοῦσαι λέγοντος· Τὰ γὰρ ὅπλα ἡμῶν οὐκ ἐστι σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ, λογισμοὺς καθαιροῦντα, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ . Ταύτην τὴν μάχαιραν λαβόντες οἱ ἀπόστολοι μέλλουσιν ἐπὶ τῶν δώδεκα θρόνων κρίνειν. Δεῖ γὰρ αὐτοὺς κρίνοντας καὶ ξίφος ἔχειν. Οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ ὁ δικαστής. Ἡ μάχαιρα τῶν δικαστῶν σίδηρος κεχαλκευμένος, ἡ μάχαιρα τῶν ἀποστόλων λόγος σοφίας. Διὰ τῶν ἁγίων κρινεῖ ὁ θεὸς τὸν κόσμον· ἐπιτρέπει τότε τοῖς δικαίοις κρῖναι τὴν οἰκουμένην. Κρινοῦσι γὰρ οἱ δώδεκα τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· κρινεῖ καὶ Παῦλος τὴν οἰκουμένην, ὁ κῆρυξ τῆς οἰκουμένης· κρινεῖ δὲ οὐ μόνον Παῦλος , ἀλλὰ καὶ οἱ τὰ ἐκείνου φρονοῦντες. Ἄκουε αὐτοῦ λέγοντος· Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε ἐλαχίστων κριτηρίων . Κριταὶ τῆς οἰκουμένης οἱ δίκαιοι, κριταὶ τοῦ κόσμου οἱ ἅγιοι.