Μακάριοι οἱ πόδες τῶν μαρτύρων οἱ τῆς ἀληθείας μὴ ἐκστάντες, οἱ παρασχόντες τοῖς μάρτυσιν εἰπεῖν· Κατάρτισαι τὰ διαβήματά μου ἐν τοῖς τρίβοις σου , καὶ πάλιν· Ὁ πούς μου ἔστη ἐν εὐθύτητι . Ὥσπερ δὲ μέλη δικαίων ἐγκωμιάζονται κατὰ μέρος, οὕτω καὶ μέλη ἀσεβῶν στηλιτεύονται καὶ ταλανίζονται κατὰ μέρος, ὡς ὅταν λέγῃ Δαυίδ · Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανείας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεῦσαί με. Ἀπὸ μέρους τὸ ὅλον ἔδειξεν· τὸ μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανείας , τί ἐστιν; Ἀντὶ τοῦ Μὴ προστρίψῃ μοι ὁδὸς ἁμαρτίας. Καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεῦσαι με ; Αἱ πράξεις τοῦ ἁμαρτωλοῦ φησιν· ἐπειδὴ ἐν τῇ χειρὶ τὸ πρακτικόν, ἐν δὲ τῷ ποδὶ τὸ πορευτικόν, λέγει· Μήτε πρᾶξις ἁμαρτίας προσέλθῃ μοι, μήτε εἰς προκοπὴν ἁμαρτίας ἔλθῃ μοι. Ἐντεῦθεν ὁ μακάριος Μωϋσῆς κελεύεται ὑπὸ τοῦ θεοῦ ἀπὸ τοῦ ἀμνοῦ τοῦ σωτηρίου λαβεῖν τὸ αἷμα καὶ χρῖσαι ἐπὶ τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ τοῦ ἱερέως καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, μονονουχὶ παιδεύοντος ἡμᾶς τοῦ θείου λόγου ὅτι δεῖ ταῦτα τὰ τρία μέλη πρὸς ἀρετὴν ἁρμόζεσθαι· τὸ οὖς μέν, ἐπειδὴ γέγονεν τοῦ θείου λόγου δοχεῖον ἡ ἀκοή, τὴν χεῖρα δέ, ἐπειδὴ μετὰ τὴν ἀκοὴν ἡ πρᾶξις, τὸν πόδα, ἐπειδὴ μετὰ τὴν πρᾶξιν ἡ προκοπὴ τῆς πράξεως. Λάβε καὶ σήμερον ἀπὸ τοῦ θύματος τῶν μαρτύρων τὸ τίμιον αἷμα καὶ ἐπίχρισόν σου τῇ ἀκοῇ, ἵνα μάθῃς ἀκούειν καλῶς τῶν εὐαγγελίων. Χρῄζει δὲ ταύτης τῆς χρίσεως ἡ τῶν αἱρετικῶν ἀκοὴ εἰς τὸ νοῆσαι τὰ εὐαγγελικὰ ῥητὰ καὶ μὴ διαβάλλειν τὰ ἅγια· ἐὰν γὰρ μὴ δέξωνται ταύτην τὴν σφραγῖδα αἱ ἀκοαὶ τῶν κακῶς εἰδότων, οὐ δύνανται νοῆσαι. Ἀλλ’ ἐπ’ αὐτὴν ἔλθωμεν τὴν πηγὴν τοῦ καθαρσίου, τὴν πηγὴν τῆς σοφίας τὴν καθαίρουσαν ἡμᾶς καὶ ἀρδεύουσαν· δύο γὰρ ἐργάζεται ἡ θεία πηγὴ τοῦ εὐαγγελίου· καὶ ποτίζει καὶ καθαίρει. Ποτίζει τὰς διψώσας ψυχάς, καθαίρει δὲ τὰς ῥυπαρὰς διανοίας. Ῥυπαρὸς εἶ τῇ ἁμαρτίᾳ; Πρόσελθε τῇ πηγῇ καὶ καθαίρου. Διψᾷς τὸν λόγον τῆς εὐσεβείας; Πρόσελθε Χριστῷ καὶ ποτίζου· Αὐτοῦ γάρ ἐστιν ἡ φωνὴ ἡ λέγουσα· Εἰ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω · τοῦ αὐτοῦ δὲ πάλιν ἐπαγγελία· Ἤδη ἡμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν . Καὶ πάλιν λέγει ὁ αὐτὸς σωτὴρ μισθὸν ἐπαγγελλόμενος πολὺν τοῖς κατορθοῦσι τὴν εὐσέβειαν· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης , καί· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ἡμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς . Τὸ δὲ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ ὀνόματι μετρεῖται, ἀλλὰ τῇ ἀξίᾳ τοῦ λέγοντος. Οἷόν τι λέγω· Τὸ παρ’ ἐμοὶ πολὺ τῷ πλουσίῳ οὐ πολύ· τὸ παρὰ τῷ ἰδιώτῃ πολὺ τῷ ἄρχοντι ὀλίγον. Ὁ πλοῦτος τῶν ἀρχόντων τοῖς βασιλικοῖς θησαυροῖς οὐδὲν συγκρίνεται, ἤ, ἵνα κατὰ μέρος εἴπω, ἀγροίκου πλοῦτος οὐδὲν πρὸς οἰκίαν πολίτου, τοῦ πολίτου πλοῦτος οὐδὲν πρὸς πλοῦτον ἄρχοντος, τοῦ ἄρχοντος ὁ πλοῦτος πρὸς βασιλικοὺς θησαυροὺς οὐδέν. Ἴδωμεν οὖν, τίς ἐπηγγείλατο τὸν μισθὸν τὸν πολύν, εἰ μὲν προφήτης ὡς ἄνθρωπος ἐνόμισε τὸ πολύ, εἰ δὲ ἀπόστολος ὡς ἄνθρωπος τὸ ὀλίγον πολὺ ἐνόμισεν. Τίς δὲ λέγει ὅτι πολύ; Ὁ τοὺς θησαυροὺς ἔχων τοὺς αἰωνίους, ὁ τὸν πλοῦτον ἔχων τὸν ὑπερέχοντα πάντα νοῦν. Εὑρίσκω δὲ δύο ἐν τῇ γραφῇ δυνάμενα ἡμᾶς παιδαγωγῆσαι πρὸς εὐσέβειαν· τὸν αὐτὸν ἐπαγγέλλεται μισθὸν τοῖς δι’ εὐσέβειαν ὀνειδιζομένους καὶ τοῖς τῆς δόξης καταφρονοῦσιν. Ἔστιν ἄνευ διωγμοῦ μισθὸν λαβεῖν, οἷον ὁ καταφρονήσας τιμῆς καὶ δόξης δύναται ὅμοιος εἶναι τῷ καταφρονήσαντι διωγμῶν καὶ θλίψεων. Καὶ ὅπως ἄκουε τὸ ὁ μισθὸς πολύς. Ἅπαξ γὰρ βλέπω ἐν τῇ παλαιᾷ λεγόμενον καὶ ἅπαξ ἐν τῇ καινῇ διαθήκῃ· καὶ ζητήσας οὐχ εὑρίσκω ἀλλαχοῦ μισθὸν πολὺν ὀνομαζόμενον ἢ ἐν τῷ εὐαγγελίῳ ἅπαξ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ ἅπαξ.