Μαρτύρων μὲν ἡμᾶς πανήγυρις συνεκρότησεν, Χριστοῦ δὲ πόθος καὶ χάρις συνήγαγεν· ἀγάπῃ γὰρ τῇ περὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπὶ τὴν τῶν μαρτύρων σπεύδωμεν τιμήν· ὥστε ὁ μάρτυρας τιμῶν Χριστὸν ἀγαπᾷ. Εἰ γὰρ ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται , ὁ μάρτυρας τιμῶν τὸν ὐπ’ αὐτῶν μεμαρτυρημένον τιμᾷ. Μάρτυρες μνημονεύονται καὶ Χριστὸς δοξάζεται· τιμὴ γὰρ Χριστοῦ μνήμη μαρτύρων . Οὐκ ἔστι δὲ μαρτύρων μεμνημένων ἄνευ ἐγκωμίων παρελθεῖν τὴν μνήμην. Μνήμη γὰρ δικαίων μετ’ ἐγκωμίων. Ἐγκωμιάζονται δὲ μάρτυρες , οὐχ ἵνα αὐτοὶ τὸν ἔπαινον λάβωσιν, ἀλλ’ ἵνα ἡμεῖς διὰ τῶν ἐπαίνων τὸν ζῆλον παραλάβωμεν. Διὰ τοῦτο ἐγκωμιάζονται οἱ ἅγιοι, ἵνα ὁ ζῆλος τῶν ἐγκωμίων εἰς σωφροσύνην ἀγάγῃ τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας. Οὐδὲν γάρ ἐστιν ἕτερον ἐγκώμιον δικαίου ἢ εὐφροσύνη τῶν ἀκουόντων κατὰ τὸ εἰρημένον ἐν τῇ γραφῇ· Ἐγκωμιαζομένων δικαίων, εὐφραίνονται λαοί. Ἀποθνῄσκουσιν ἀσεβεῖς καὶ ἀποθνῄσκουσιν εὐσεβεῖς. Καὶ τοῦ μὲν θανάτου τὸ ὄνομα κοινόν, πολὺ δὲ τὸ διάφορον καὶ πολὺ τὸ μέσον. Θάνατος γὰρ δικαίου τίμιος τῷ δεσπότῃ κατὰ τὸ Τίμιος ἐναντίον κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ. Ὁρᾷς θάνατον δικαίων παρὰ θεῷ τιμώμενον; Ὅρα καὶ θάνατον ἀσεβῶν παρὰ πάντων διαβαλλόμενον ὡς μαρτυρεῖ Δαυὶδ λέγων· Θάνατος δὲ ἁμαρτωλῶν πονηρός. Παρὰ θεῷ τίμιος ὁ τῶν δικαίων καὶ τῶν μαρτύρων θάνατος, οὐ διὰ τὴν τῶν σωμάτων λύσιν, ἀλλὰ διὰ τὴν τῶν ἀγώνων τελείωσιν. Τὸν αὐτὸν ἐπειράθησαν θάνατον καὶ δίκαιοι καὶ ἄδικοι· ἐθλίβησαν καὶ οὗτοι κἀκεῖνοι, ἀλλ’ οἱ μὲν εἰς γυμνάσιον δικαιοσύνης, οἱ δὲ εἰς ἔλεγχον ἁμαρτίας. Διὰ τοῦτο τὰ μὲν τῶν δικαίων πάθη θλίψεις καλεῖ ἡ γραφή, τὰ δὲ τῶν ἁμαρτωλῶν μάστιγας, περὶ μὲν τῶν δικαίων λέγων· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος , περὶ δὲ τῶν ἀσεβῶν· Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ . Καὶ αἱ θλίψεις πολλαί, καὶ αἱ μάστιγες πολλαί· ἀλλ’ αἱ μὲν ἔχουσιν ἰατρὸν ἐκεῖνον, δι’ ὃν ὑπομένουσι τὰς θλίψεις, αἱ δὲ τῶν ἀσεβῶν μάστιγες οὐκ ἔχουσι παραμυθίαν, εἰ μήπου μετάνοια ἐξαρπάσῃ αὐτοὺς τῆς τιμωρίας. Μαρτύρων θάνατος τιμὴ τῆς ἀθανάτου δόξης. μαρτύρων θάνατος ἐστηλίτευσε θανάτου τυραννίδα. Τοῦ γὰρ σωτῆρος ἡμῶν ἐκπομπεύσαντος τὴν κατὰ τοῦ θανάτου νίκην ἠκολούθησαν οἱ μεγάλοι δορυφόροι καὶ στρατιῶται τοῖς ἴχνεσι τοῦ μεγάλου βασιλέως καὶ παραπλησίως τῷ δεσπότῃ ἔλαβον τὴν κατὰ τοῦ θανάτου νίκην, θανάτῳ τὸν θάνατον πατήσαντες καὶ αἵματι τὴν φλόγα τοῦ θανάτου σβέσαντες. Μακαρίζω τῶν μαρτύρων τὰς πλευράς· ὅλοι μὲν μακάριοι, ἔχει δέ τινα πλέον μακαρισμὸν καὶ μέλος ἐν ᾧ γίνεται ὄργανον ἀρετῆς. Καὶ ὅλος μακαρίζεται ὁ δίκαιος· Μακάριος γὰρ ἀνὴρ ὁ φοβούμενος τὸν κύριον· ἀλλ’ ἐν αὐτῷ τῷ ὅλῳ τὰ μέλη τὰ ὑπηρετούμενα ταῖς ἀρεταῖς ἰδιάζοντα λαμβάνει κράτος, ὡς ὅταν λέγῃ ὁ σωτὴρ τοῖς ἀποστόλοις· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν . Ἐπειδὴ ὄργανα ἐγένοντο ἀρετῆς τὰ ὄμματα τῶν δικαίων, καλῶς προσσχόντα τῇ τοῦ σωτῆρος οἰκονομίᾳ καὶ ἔξωθεν τὸν ναὸν κατοπτεύσαντα καὶ τῷ τῆς ψυχῆς ὄμματι τὸν ἐν τῷ ναῷ θεὸν πολιτευόμενον ἑωρακότα. Μακάριοι τοίνυν οἱ ὀφθαλμοὶ ὑμῶν, ὅτι βλέπουσι , ἀντὶ τοῦ Ὅτι καταμανθάνουσιν. Εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν τὸν σωτῆρα ὁ μακαρισμὸς ἔρχεται, διὰ τί οἱ Ἰουδαῖοι οὐ μακάριοι; Εἶδον γὰρ αὐτὸν ὄμμασιν αἰσθητοῖς, ἀλλ’ ἐπειδὴ εἶδον τὸ σῶμα, τὸν δὲ ἐν τῷ σώματι θεὸν οὐ κατενόησαν, ἐκβάλλονται τοῦ μακαρισμοῦ.