Ἀλλ’ ἐπ’ αὐτὴν ἔλθωμεν τὴν ἱστορίαν. Εἶδεν ὁ θεὸς ἐπιπολάζουσαν τὴν ἁμαρτίαν τῇ γῇ καί φησι τῷ Νῶε · Κατασκεύασον σεαυτῷ κιβωτὸν εἰς σωτηρίαν καὶ ποίησον τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων. Καὶ τὸ μὲν ἐπίταγμα σύντομον, τὸ δὲ ἔργον εὐχερές. Πολλοὺς δὲ ἀναλίσκει χρόνους ἐν τῇ δημιουργίᾳ τῆς κιβωτοῦ, οὐκ ἐπειδὴ τοσούτου ἐδεῖτο χρόνου, ἀλλ’ ἐπειδὴ ὁ φιλάνθρωπος ὑπερετίθετο τὴν τιμωρίαν, ἐκδεχόμενος τὴν μετάνοιαν· Οὐ γὰρ οὕτως κατέκρινε τὸν κόσμον ἡ ἁμαρτία, ὡς κατέκρινε ἡ κιβωτὸς οἰκοδομουμένη καὶ μὴ πιστευομένη. Πῶς οὐκ ἐθρήνησαν, ὅτε ἥμαρτον; Ἀλλ’ οὐδέ, ὅτε τὴν κιβωτὸν εἶδον κατασκευαζομένην, ἔφριξαν. Καὶ ἡμεῖς κολαζόμεθα, οὐχ ὅτι ἁμαρτάνομεν μόνον, ἀλλ’ ὅτι τὴν ἁμαρτίαν μετανοίᾳ οὐ σβεννύομεν. Ὅτι δὲ κιβωτὸς κατέκρινε τὸν κόσμον , ὁ ἀπόστολός φησιν. Οὐχ ἡ ἁμαρτία τοίνυν κατέκρινε τὸν κόσμον , ἀλλ’ ἡ κιβωτὸς μὴ φοβοῦσα τὸν ἄνθρωπον, μηδὲ πτοοῦσα. Τοῦτο κατέκρινε τὸν κόσμον , οὐ τὸ ἁμαρτῆσαι, ἀλλὰ τὸ τὴν κόλασιν μὴ βοηθῆναι. Ἑκατὸν ἔτη καὶ ὁ Νῶε ἐκήρυττεν, οὐ τῇ γλώσσῃ, ἀλλὰ τῷ σκεπάρνῳ καὶ τρυπάνῳ καὶ τῷ πρίονι τὰ ἄψυχα ἐβόα. Τίς γὰρ οὐκ ἂν ἠρώτησεν τὸν Νῶε · Τί τοῦτο βούλεται τὸ κατασκεύασμα; Τί τὸ πλάτος βούλεται τῆς κιβωτοῦ; Εἶπε γὰρ ἄν· Ὁ θεὸς ὁ κελεύων· κατακλυσμὸν ἠπείλησεν· φθορὰν τῷ κόσμῳ κατήγγειλεν. Διὸ τοῦτο ποιῶ, ἵνα σωθῶ. Εἰ ἦσαν εὐγνώμονες, εἶπαν ἄν· Στενὴ ἡ κιβωτὸς πρὸς τὴν ἀπειλήν, καί· Τίς ἡμῖν ἔσται τόπος μετὰ σοῦ; Εἰ ταῦτα ᾔτουν καὶ τὴν ἀγανάκτησιν ἐσβέννυον ἂν καὶ τῆς μετανοίας τὴν σωτηρίαν ἐκαρποῦντο. Ἀλλὰ κατεφρόνησαν τοῦ Νῶε . Ἐννόησον αὐτῶν καὶ τὸν γέλωτα. Τινὲς διασύροντες τὸν Νῶε ἔλεγον· Ἀφ’ οὐ κατακαλυσμὸς ἀπείληται, τοσοῦτοι χρόνοι ἀνηλώθησαν. Μή, ἐπειδὴ παρατρέχει τὰ ῥήματα, παραδράμῃς σὺ τὰ νοήματα. Ἐννόησον, τί ἦν ἑκατονταετὴς χρόνος διϊππεύων καὶ τὴν ἀπειλὴν οὐδαμοῦ πληρουμένην. Οὐκ ἐγελάσθη Νῶε ὡς ἀνόητος· οὐκ ἐγελάσθη ὡς μηδὲ τὰς κοινὰς ἀποσώζων φρένας, ἀλλ’ ὅτι ἀφ’ οὗ ὁ κατακλυσμὸς ἠπείληται, τόσος παρῆλθεν χρόνος. Τοῦτο νῦν πάσχει ἡ ἐκκλησία ὑπὸ τῶν ἐχθρῶν τῆς εὐσεβείας· Ἀφ’ οὗ οἱ Χριστιανοὶ λέγουσιν· Ἤγγικεν ἡ βασιλεία· ἔρχεται, τοσοῦτοι ἀνηλώθησαν χρόνοι καὶ οὐδὲν εἰς ὄψιν προῆλθεν. Ἀλλ’ ὑπέμεινεν ὀνειδισμὸν Νῶε , καὶ ἐπέμενον γελῶντες οἱ ἐχθροὶ τῆς εὐσεβείας· ἀλλ’ οἱ μὲν ἐλάμβανον τέλος τοῦ γέλωτος τὴν ἀπώλειαν, ὁ δὲ μισθὸν τοῦ ὀνειδισμοῦ τὴν σωτηρίαν. Ἕνεκεν γὰρ τοῦ ὀνόματός σου ὑπήνεγκα ὀνειδισμόν. Καὶ τί ὁ θεός; Ὡς εἶδε τὸν χρόνον ἀκμάσαντα, τὴν δὲ μετάνοιαν μὴ ἀπαντῶσαν, λέγει τῷ Νῶε · Εἴσελθε σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. Ὁρᾷς σωφροσύνην καὶ κανόνα ἐγκρατείας; Ἐπειδὴ γὰρ οὐκ ἐχρῆν ἐν τῇ κιβωτῷ συζυγίαν γνωρίζεσθαι, οὐδὲ ἄνδρα καὶ γυναῖκα τοὺς νόμους τῆς φύσεως ἐπιγινώσκειν, ἀφορίζει τὸν ἄρρενα καὶ τὸ θῆλυ καθ’ ἓν μέρος λέγων· Εἴσελθε σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. Ὅτε δὲ αὐτὸν μετὰ τὸν κατακλυσμὸν καλεῖ, ἐπειδὴ χρεία λοιπὸν μίξεως καὶ τεκνογονίας καὶ τῆς αὐξήσεως τῆς οἰκουμένης, λέγει· Ἔξελθε σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. καὶ προάγει αὐτὰ εἰς τεκνογονίαν καὶ αὔξησιν. Καὶ εὐθέως, ἵνα δείξῃ ὅτι εἰς τὸν τῆς τεκνογονίας ἐνάγει αὐτοὺς πόθον, ἐπάγει· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Διῆλθεν ὁ κατακλυσμὸς τῶν ὑδάτων – Δεῖ γὰρ συντεμεῖν. – ἵσταται ἡ κιβωτὸς ἐπ’ ἄκρων τῶν ὀρέων· Εἰκὼν γὰρ ἦν τῆς ἐκκλησίας. Περὶ αὐτῆς ἔλεγεν ὁ προφήτης· Ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος τοῦ κυρίου καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. Ἐξῆλθεν Νῶε τὸν κοινὸν διανηξάμενος ὄλεθρον, ὁ τοῦ μεγάλου πλοίου ναυπηγός, ὁ τοῦ μεγάλου σκάφους κυβερνήτης, ὁ ἔσωθεν βασταζόμενος τὸ σῶμα τῇ κιβωτῷ ἔξωθεν δὲ βαστάζων τῇ δικαιοσύνῃ τὴν κιβωτόν. Προῆλθεν ἡ κιβωτὸς μετεωριζομένη ἐπάνω τῶν ὑδάτων, ἐπιπλέουσα καὶ οὐ βυθιζομένη, τοῖς κύμασι δονουμένη, ὑπὸ δὲ τοῦ βυθοῦ μὴ καταποντιζομένη· Ὃ πάσχει καὶ νῦν ἡ ἐκκλησία θορυβουμένη, ἀλλ’ οὐκ ἀπολλυμένη, ὑπὸ τῶν αἱρετικῶν κυμάτων περιαντλουμένη, ὑπὸ δὲ τοῦ σοφοῦ κυβερνήτου ὁδηγουμένη. Ἡ κιβωτὸς εἰκὼν ἦν τῆς ἐκκλησίας. Εἰσῆλθεν νῦν νέα κιβωτὸς ἡ ἐκκλησία, καὶ ὕδωρ κατακλύζον οὐ τοὺς ἁμαρτάνοντας, ἀλλὰ τὴν ἁμαρτίαν.