Ἐν τῇ κιβωτῷ τοῦ Νῶε ὑπ’ αὐτοῦ τετράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ καὶ πᾶσα τοῦ κόσμου διοίκησις ἀποκέκλειστο καὶ πᾶσα ἡ δημιουργία σὺν αὐτῷ. Οὕτως καὶ ὁ σωτήρ· τίκτεται μὲν ἐκ παρθένου καὶ κυοφορεῖται ἐκ παρθένου· ὑπὸ δὲ τὴν αὐτοῦ διοίκησιν φέρει τὰ ἐπουράνια, τὰ ἐπίγεια καὶ τὰ καταχθόνια. Ἡ γὰρ κιβωτὸς τύπος ἦν τῆς παρθένου καὶ τῆς ἐκκλησίας· καὶ ὥσπερ τότε ἐν τῷ κατακλυσμῷ ἔξω τῆς κιβωτοῦ εἴ τις ἦν, ζῆν οὐκ ἠδύνατο, οὕτω καὶ νῦν ὁ ἔξω τῆς ἐκκλησίας ὢν ζῆν οὐ δύναται. μεγάλη ἡ κιβωτός, ἀλλ’ ἔχει διώροφα καὶ τριώροφα ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων . Ἀλλ’ ἐπ’ αὐτὴν ἔλθωμεν τὴν ἱστορίαν. Εἶδεν ὁ θεὸς ἐπιπολάζουσαν τὴν ἁμαρτίαν τῇ γῇ καί φησι τῷ Νῶε · Κατασκεύασον σεαυτῷ κιβωτὸν εἰς σωτηρίαν καὶ ποίησον τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων. Καὶ τὸ μὲν ἐπίταγμα σύντομον, τὸ δὲ ἔργον εὐχερές. Πολλοὺς δὲ ἀναλίσκει χρόνους ἐν τῇ δημιουργίᾳ τῆς κιβωτοῦ, οὐκ ἐπειδὴ τοσούτου ἐδεῖτο χρόνου, ἀλλ’ ἐπειδὴ ὁ φιλάνθρωπος ὑπερετίθετο τὴν τιμωρίαν, ἐκδεχόμενος τὴν μετάνοιαν· Οὐ γὰρ οὕτως κατέκρινε τὸν κόσμον ἡ ἁμαρτία, ὡς κατέκρινε ἡ κιβωτὸς οἰκοδομουμένη καὶ μὴ πιστευομένη. Πῶς οὐκ ἐθρήνησαν, ὅτε ἥμαρτον; Ἀλλ’ οὐδέ, ὅτε τὴν κιβωτὸν εἶδον κατασκευαζομένην, ἔφριξαν. Καὶ ἡμεῖς κολαζόμεθα, οὐχ ὅτι ἁμαρτάνομεν μόνον, ἀλλ’ ὅτι τὴν ἁμαρτίαν μετανοίᾳ οὐ σβεννύομεν. Ὅτι δὲ κιβωτὸς κατέκρινε τὸν κόσμον , ὁ ἀπόστολός φησιν. Οὐχ ἡ ἁμαρτία τοίνυν κατέκρινε τὸν κόσμον , ἀλλ’ ἡ κιβωτὸς μὴ φοβοῦσα τὸν ἄνθρωπον, μηδὲ πτοοῦσα. Τοῦτο κατέκρινε τὸν κόσμον , οὐ τὸ ἁμαρτῆσαι, ἀλλὰ τὸ τὴν κόλασιν μὴ βοηθῆναι. Ἑκατὸν ἔτη καὶ ὁ Νῶε ἐκήρυττεν, οὐ τῇ γλώσσῃ, ἀλλὰ τῷ σκεπάρνῳ καὶ τρυπάνῳ καὶ τῷ πρίονι τὰ ἄψυχα ἐβόα. Τίς γὰρ οὐκ ἂν ἠρώτησεν τὸν Νῶε · Τί τοῦτο βούλεται τὸ κατασκεύασμα; Τί τὸ πλάτος βούλεται τῆς κιβωτοῦ; Εἶπε γὰρ ἄν· Ὁ θεὸς ὁ κελεύων· κατακλυσμὸν ἠπείλησεν· φθορὰν τῷ κόσμῳ κατήγγειλεν. Διὸ τοῦτο ποιῶ, ἵνα σωθῶ. Εἰ ἦσαν εὐγνώμονες, εἶπαν ἄν· Στενὴ ἡ κιβωτὸς πρὸς τὴν ἀπειλήν, καί· Τίς ἡμῖν ἔσται τόπος μετὰ σοῦ; Εἰ ταῦτα ᾔτουν καὶ τὴν ἀγανάκτησιν ἐσβέννυον ἂν καὶ τῆς μετανοίας τὴν σωτηρίαν ἐκαρποῦντο. Ἀλλὰ κατεφρόνησαν τοῦ Νῶε . Ἐννόησον αὐτῶν καὶ τὸν γέλωτα. Τινὲς διασύροντες τὸν Νῶε ἔλεγον· Ἀφ’ οὐ κατακαλυσμὸς ἀπείληται, τοσοῦτοι χρόνοι ἀνηλώθησαν. Μή, ἐπειδὴ παρατρέχει τὰ ῥήματα, παραδράμῃς σὺ τὰ νοήματα. Ἐννόησον, τί ἦν ἑκατονταετὴς χρόνος διϊππεύων καὶ τὴν ἀπειλὴν οὐδαμοῦ πληρουμένην. Οὐκ ἐγελάσθη Νῶε ὡς ἀνόητος· οὐκ ἐγελάσθη ὡς μηδὲ τὰς κοινὰς ἀποσώζων φρένας, ἀλλ’ ὅτι ἀφ’ οὗ ὁ κατακλυσμὸς ἠπείληται, τόσος παρῆλθεν χρόνος.