εἰκόνα Χριστοῦ . Ὥσπερ Ἰακὼβ κατὰ τὴν προτέραν ἐδείκνυτο σωματικῶς μὲν τὴν ἱστορίαν ἐπιτελέσας, πνευματικῶς δὲ τὴν εἰκόνα τοῦ σωτῆρος διαχαράξας, οὕτω καὶ Νῶε τύπος ἐγένετο τοῦ σωτῆρος. Ἀναγκαῖον δὲ πρὸ τῆς ἀποδείξεως τῶν θεωρημάτων μάρτυρα παραστῆσαι τὸν σωτῆρα, ὃς τὸν Νῶε εἰκόνα τῆς ἑαυτοῦ παρουσίας ἔλαβεν. Λέγει γάρ· Ὥσπερ ἐν ταῖς ἡμέραις Νῶε ἐγάμουν καὶ ἐγαμίσκοντο καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἐν τῇ παρουσίᾳ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Ὁρᾷς πῶς προέταξεν τὸν τύπον καὶ ἐπήγαγεν τὴν ἀλήθειαν; Κατὰ τί δὲ Νῶε τύπος τοῦ σωτῆρος; Νῶε αὐτὸς κατασκευάζει κιβωτὸν καὶ αὐτὸς ᾤκησεν ἐν τῇ κιβωτῷ καὶ προῆλθεν ἐκ τῆς κιβωτοῦ· καὶ ἦν αὐτοῦ μήτηρ τὸ ἔργον αὐτοῦ. Ἣν γὰρ ἐδημιούργησεν κιβωτόν, μητέρα ἔσχεν. Καὶ ὅρα τὸ θαυμαστόν. Ἐν πολλοῖς ἔτεσι κτίζει τὴν κιβωτόν, ἕνα δὲ ἐνιαυτὸν βαστάζεται ὑπὸ τῆς κιβωτοῦ· διὰ πολλῶν ἐτῶν ἀπήρτισεν τὴν παρθένον ὁ σωτήρ, καὶ οὐδὲ ἐνιαυτὸν ὅλον κυοφορούμενος ἐβαστάζετο ὑπὸ τῆς παρθένου. Εἶδες εἰκόνα τοῦ Χριστοῦ λάμπουσαν; Λάβε αὐτοῦ καὶ ἑτέραν εἰκόνα. Ἐν τῇ κιβωτῷ τοῦ Νῶε ὑπ’ αὐτοῦ τετράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ καὶ πᾶσα τοῦ κόσμου διοίκησις ἀποκέκλειστο καὶ πᾶσα ἡ δημιουργία σὺν αὐτῷ. Οὕτως καὶ ὁ σωτήρ· τίκτεται μὲν ἐκ παρθένου καὶ κυοφορεῖται ἐκ παρθένου· ὑπὸ δὲ τὴν αὐτοῦ διοίκησιν φέρει τὰ ἐπουράνια, τὰ ἐπίγεια καὶ τὰ καταχθόνια. Ἡ γὰρ κιβωτὸς τύπος ἦν τῆς παρθένου καὶ τῆς ἐκκλησίας· καὶ ὥσπερ τότε ἐν τῷ κατακλυσμῷ ἔξω τῆς κιβωτοῦ εἴ τις ἦν, ζῆν οὐκ ἠδύνατο, οὕτω καὶ νῦν ὁ ἔξω τῆς ἐκκλησίας ὢν ζῆν οὐ δύναται. μεγάλη ἡ κιβωτός, ἀλλ’ ἔχει διώροφα καὶ τριώροφα ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων . Ἀλλ’ ἐπ’ αὐτὴν ἔλθωμεν τὴν ἱστορίαν. Εἶδεν ὁ θεὸς ἐπιπολάζουσαν τὴν ἁμαρτίαν τῇ γῇ καί φησι τῷ Νῶε · Κατασκεύασον σεαυτῷ κιβωτὸν εἰς σωτηρίαν καὶ ποίησον τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων. Καὶ τὸ μὲν ἐπίταγμα σύντομον, τὸ δὲ ἔργον εὐχερές. Πολλοὺς δὲ ἀναλίσκει χρόνους ἐν τῇ δημιουργίᾳ τῆς κιβωτοῦ, οὐκ ἐπειδὴ τοσούτου ἐδεῖτο χρόνου, ἀλλ’ ἐπειδὴ ὁ φιλάνθρωπος ὑπερετίθετο τὴν τιμωρίαν, ἐκδεχόμενος τὴν μετάνοιαν· Οὐ γὰρ οὕτως κατέκρινε τὸν κόσμον ἡ ἁμαρτία, ὡς κατέκρινε ἡ κιβωτὸς οἰκοδομουμένη καὶ μὴ πιστευομένη. Πῶς οὐκ ἐθρήνησαν, ὅτε ἥμαρτον; Ἀλλ’ οὐδέ, ὅτε τὴν κιβωτὸν εἶδον κατασκευαζομένην, ἔφριξαν. Καὶ ἡμεῖς κολαζόμεθα, οὐχ ὅτι ἁμαρτάνομεν μόνον, ἀλλ’ ὅτι τὴν ἁμαρτίαν μετανοίᾳ οὐ σβεννύομεν. Ὅτι δὲ κιβωτὸς κατέκρινε τὸν κόσμον , ὁ ἀπόστολός φησιν. Οὐχ ἡ ἁμαρτία τοίνυν κατέκρινε τὸν κόσμον , ἀλλ’ ἡ κιβωτὸς μὴ φοβοῦσα τὸν ἄνθρωπον, μηδὲ πτοοῦσα. Τοῦτο κατέκρινε τὸν κόσμον , οὐ τὸ ἁμαρτῆσαι, ἀλλὰ τὸ τὴν κόλασιν μὴ βοηθῆναι. Ἑκατὸν ἔτη καὶ ὁ Νῶε ἐκήρυττεν, οὐ τῇ γλώσσῃ, ἀλλὰ τῷ σκεπάρνῳ καὶ τρυπάνῳ καὶ τῷ πρίονι τὰ ἄψυχα ἐβόα. Τίς γὰρ οὐκ ἂν ἠρώτησεν τὸν Νῶε · Τί τοῦτο βούλεται τὸ κατασκεύασμα; Τί τὸ πλάτος βούλεται τῆς κιβωτοῦ; Εἶπε γὰρ ἄν· Ὁ θεὸς ὁ κελεύων· κατακλυσμὸν ἠπείλησεν· φθορὰν τῷ κόσμῳ κατήγγειλεν. Διὸ τοῦτο ποιῶ, ἵνα σωθῶ. Εἰ ἦσαν εὐγνώμονες, εἶπαν ἄν· Στενὴ ἡ κιβωτὸς πρὸς τὴν ἀπειλήν, καί· Τίς ἡμῖν ἔσται τόπος μετὰ σοῦ; Εἰ ταῦτα ᾔτουν καὶ τὴν ἀγανάκτησιν ἐσβέννυον ἂν καὶ τῆς μετανοίας τὴν σωτηρίαν ἐκαρποῦντο. Ἀλλὰ κατεφρόνησαν τοῦ Νῶε . Ἐννόησον αὐτῶν καὶ τὸν γέλωτα. Τινὲς διασύροντες τὸν Νῶε ἔλεγον· Ἀφ’ οὐ κατακαλυσμὸς ἀπείληται, τοσοῦτοι χρόνοι ἀνηλώθησαν. Μή, ἐπειδὴ παρατρέχει τὰ ῥήματα, παραδράμῃς σὺ τὰ νοήματα. Ἐννόησον, τί ἦν ἑκατονταετὴς χρόνος διϊππεύων καὶ τὴν ἀπειλὴν οὐδαμοῦ πληρουμένην. Οὐκ ἐγελάσθη Νῶε ὡς ἀνόητος· οὐκ ἐγελάσθη ὡς μηδὲ τὰς κοινὰς ἀποσώζων φρένας, ἀλλ’ ὅτι ἀφ’ οὗ ὁ κατακλυσμὸς ἠπείληται, τόσος παρῆλθεν χρόνος. Τοῦτο νῦν πάσχει ἡ ἐκκλησία ὑπὸ τῶν ἐχθρῶν τῆς εὐσεβείας· Ἀφ’ οὗ οἱ Χριστιανοὶ λέγουσιν· Ἤγγικεν ἡ βασιλεία· ἔρχεται, τοσοῦτοι ἀνηλώθησαν χρόνοι καὶ οὐδὲν εἰς ὄψιν προῆλθεν. Ἀλλ’ ὑπέμεινεν ὀνειδισμὸν Νῶε , καὶ ἐπέμενον γελῶντες οἱ ἐχθροὶ τῆς εὐσεβείας· ἀλλ’ οἱ μὲν ἐλάμβανον τέλος τοῦ γέλωτος τὴν ἀπώλειαν, ὁ δὲ μισθὸν τοῦ ὀνειδισμοῦ τὴν σωτηρίαν. Ἕνεκεν γὰρ τοῦ ὀνόματός σου ὑπήνεγκα ὀνειδισμόν. Καὶ τί ὁ θεός; Ὡς εἶδε τὸν χρόνον ἀκμάσαντα, τὴν δὲ μετάνοιαν μὴ ἀπαντῶσαν, λέγει τῷ Νῶε · Εἴσελθε σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. Ὁρᾷς σωφροσύνην καὶ κανόνα ἐγκρατείας; Ἐπειδὴ γὰρ οὐκ ἐχρῆν ἐν τῇ κιβωτῷ συζυγίαν γνωρίζεσθαι, οὐδὲ ἄνδρα καὶ γυναῖκα τοὺς νόμους τῆς φύσεως ἐπιγινώσκειν, ἀφορίζει τὸν ἄρρενα καὶ τὸ θῆλυ καθ’ ἓν μέρος λέγων· Εἴσελθε σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. Ὅτε δὲ αὐτὸν μετὰ τὸν κατακλυσμὸν καλεῖ, ἐπειδὴ χρεία λοιπὸν μίξεως καὶ τεκνογονίας καὶ τῆς αὐξήσεως τῆς οἰκουμένης, λέγει· Ἔξελθε σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. καὶ προάγει αὐτὰ εἰς τεκνογονίαν καὶ αὔξησιν. Καὶ εὐθέως, ἵνα δείξῃ ὅτι εἰς τὸν τῆς τεκνογονίας ἐνάγει αὐτοὺς πόθον, ἐπάγει· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.