Σήμερον ἐν τῇ μέσῃ νηστείᾳ ὑπανεγνώσθη ἡμῖν, πῶς ἐκ μέσου τοῦ κατακλυσμοῦ τὸν Νῶε ἐξείλατο, τὸν Νῶε τὸν θαυμάσιον, ὃς τὸν παντώδινον ἀνενήξατο τῆς ἀπωλείας ὄλεθρον. Ὥσπερ γὰρ ἁμαρτάνουσιν οὐ κεκοινώνηκεν, οὕτως οὐδὲ τιμωρουμένοις συναπώλετο. Ἐγένετο κατακλυσμὸς εἰς τὸ ἐξαλεῖψαι τοὺς ἁμαρτήσαντας καὶ ὕδατι ὁ θεὸς τὴν ἁμαρτίαν ἔπλυνεν. Ἀλλὰ τότε μὲν ὕδατι τὴν ἁμαρτίαν καὶ τοὺς ἁμαρτήσαντας ἁπώλεσεν, νῦν δὲ ἀντεισήχθη ἡ χάρις ὑδάτων ἁμαρτίας πλύνουσα, ἁμαρτωλοὺς ἅμα καὶ σῴζουσα. Ἐπῆλθεν κατακλυσμὸς τὸ τηνικαῦτα τῇ οἰκουμένῃ, ἵνα τὴν ἐπιπολάζουσαν ἀσέβειαν τῆς οἰκουμένης σβέσῃ. Νῶε εὗρεν χάριν παρὰ πάντας, οὐ ξένης φύσεως γενόμενος, ἀλλὰ ξένης εὑρεθεὶς προαιρέσεως. Κοινὴν γὰρ εἶχεν πρὸς ἅπαντας τὴν φύσιν, ἰδιάζουσαν δὲ παρὰ πάντας τὴν ἕξιν· συναναστρεφόμενος καὶ οὐδενὶ συναναμιγνύμενος, παροικῶν τῷ κόσμῳ καὶ συνοικῶν τοῖς τρόποις, καὶ ἐπὶ τὸ ἄκρον τῆς δικαιοσύνης ὤν, ἐπάγγελμα δέχεται καὶ αὐτὸς εἰκόνα Χριστοῦ . Ὥσπερ Ἰακὼβ κατὰ τὴν προτέραν ἐδείκνυτο σωματικῶς μὲν τὴν ἱστορίαν ἐπιτελέσας, πνευματικῶς δὲ τὴν εἰκόνα τοῦ σωτῆρος διαχαράξας, οὕτω καὶ Νῶε τύπος ἐγένετο τοῦ σωτῆρος. Ἀναγκαῖον δὲ πρὸ τῆς ἀποδείξεως τῶν θεωρημάτων μάρτυρα παραστῆσαι τὸν σωτῆρα, ὃς τὸν Νῶε εἰκόνα τῆς ἑαυτοῦ παρουσίας ἔλαβεν. Λέγει γάρ· Ὥσπερ ἐν ταῖς ἡμέραις Νῶε ἐγάμουν καὶ ἐγαμίσκοντο καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἐν τῇ παρουσίᾳ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Ὁρᾷς πῶς προέταξεν τὸν τύπον καὶ ἐπήγαγεν τὴν ἀλήθειαν; Κατὰ τί δὲ Νῶε τύπος τοῦ σωτῆρος; Νῶε αὐτὸς κατασκευάζει κιβωτὸν καὶ αὐτὸς ᾤκησεν ἐν τῇ κιβωτῷ καὶ προῆλθεν ἐκ τῆς κιβωτοῦ· καὶ ἦν αὐτοῦ μήτηρ τὸ ἔργον αὐτοῦ. Ἣν γὰρ ἐδημιούργησεν κιβωτόν, μητέρα ἔσχεν. Καὶ ὅρα τὸ θαυμαστόν. Ἐν πολλοῖς ἔτεσι κτίζει τὴν κιβωτόν, ἕνα δὲ ἐνιαυτὸν βαστάζεται ὑπὸ τῆς κιβωτοῦ· διὰ πολλῶν ἐτῶν ἀπήρτισεν τὴν παρθένον ὁ σωτήρ, καὶ οὐδὲ ἐνιαυτὸν ὅλον κυοφορούμενος ἐβαστάζετο ὑπὸ τῆς παρθένου. Εἶδες εἰκόνα τοῦ Χριστοῦ λάμπουσαν; Λάβε αὐτοῦ καὶ ἑτέραν εἰκόνα.