Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Τηρείσθω δὲ ἡμῖν ὁ περὶ τῆς προαιρέσεως καὶ τῆς ἐξουσίας λόγος. Καὶ τί ὅτι ἐσκλήρυνεν ὁ θεὸς τὴν καρδίαν Φαραώ ; Πολλοῖς γὰρ συμπέπλεκται τὸ νόημα τοῦτο εἰς ἀφανισμόν, ὃ γέγονεν εἰς κατόρθωσιν ψυχῶν. Ἐκεῖνο δὲ ἔχωμεν πρὸ πάντων· τὸν τοῦ θεοῦ φόβον, τὴν εἰρήνην. Δεξώμεθα τὰ ῥήματα ταῦτα ὡς βέλη δικαιοσύνης, οὐκ εἰς σῶμα πηγνύμενα, ἀλλ’ εἰς ψυχὴν ἐκβαλλόμενα. Τὰ βέλη τῶν πολεμίων εἰς ὄλεθρον, τὰ δὲ βέλη τοῦ θεοῦ εἰς σωτηρίαν. Θέλεις δὲ μαθεῖν ὅτι καὶ τὰ πολεμικὰ ὀνόματα παρὰ τῷ θεῷ εἰρήνη ἐστίν; Τῷ Νῶε διαλεγόμενός φησιν· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν · οὐκέτι οὐ μὴ προσθῶ καταράσασθαι τὴν γῆν . Τοῦτο δέ σοι τὸ σημεῖον· ἰδοὺ τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ. Ἰδοὺ τὸ τόξον εἰρήνης ἐνέχυρον. Ἐννόησον τὴν ὑπερβολὴν τῆς χάριτος, ἧς γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ τῷ πατρὶ δόξα σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.