Ἴσμεν ἑαυτοῖς, ἀδελφοί, ὅτι ἑκόντες κακουργοῦμεν καὶ ἐν οἷς ἑκόντες ἁμαρτάνομεν οὐχ ὑπὸ ἀνάγκης ἀγόμενοί ἐσμεν. Θέλεις δὲ μαθεῖν ὅτι ἕκαστος ἡμῶν οἶδεν ὅτι προαιρέσει εἰσὶν τὰ ἁμαρτήματα καὶ οὐ φύσει; Ὅταν ἁμαρτήσῃ ὁ οἰκέτης εἰς σέ, διὰ τί οὐ λέγεις ἐξ εἱμαρμένης εἶναι τὸ κακόν; Διὰ τί αἰτιᾷ τὸν ἀναίτιον; Ἀλλ’ ὅταν εἰς σὲ ἁμαρτήσῃ ὁ οἰκέτης, ὡς προαιρέσει ἁμαρτάνοντα κολάζεις. Ὅταν δὲ σὺ ἁμαρτήσῃς εἰς θεόν, ὡς κατ’ ἀνάγκην ἀγόμενος πορίζῃ τὴν ἀπολογίαν;