Εἰ ἀγνωμονεῖς τὸν θεῖον νόμον εὐεργετοῦντά σε, πείθει σε ὁ ἔξω νόμος. Εἰ μὴ κατὰ προαίρεσιν ἁμαρτάνομεν, ἀλλὰ κατὰ φύσιν ἦν τὰ ἁμαρτήματα, τινος ἕνεκεν οἱ νομοθέται Ῥωμαίων κακίας κολάζουσιν; Διὰ τί πρὸς τοὺς κατορθοῦντας τὴν ἀρετὴν ἐπαινοῦσι καὶ στεφανοῦσιν; Εἰ γὰρ ἡ φύσις ἠνάγκαζε καὶ οὐχ ἡ προαίρεσις κατεύθυνε, περιττῶς τοὺς ἐναρέτους ἐπαινεῖ, τοὺς δὲ ἁμαρτάνοντας κολάζει.