Οὕτως, ἀδελφοί, οὐδεὶς μισθὸς ἀνάγκης· πᾶς δὲ ἔπαινος προαιρέσεως. Διὰ τοῦτο ὁ θεός φησιν· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Ἐν τῷ θέλειν καὶ μὴ θέλειν καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν ἔπηξεν, οὐκ ἐπειδὴ ἀδύνατον ἦν τὸν ἁμαρτάνοντα τῇ φύσει χαλιναγωγῆσαι, ἀλλ’ ἐπειδὴ οὐδεὶς μισθὸς ἦν ἀνάγκης· τῇ προαιρέσει τοὺς ἐπαίνους συνεχώρησεν.