Οὕτως, ἀδελφοί, οὐδεὶς μισθὸς ἀνάγκης· πᾶς δὲ ἔπαινος προαιρέσεως. Διὰ τοῦτο ὁ θεός φησιν· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Ἐν τῷ θέλειν καὶ μὴ θέλειν καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν ἔπηξεν, οὐκ ἐπειδὴ ἀδύνατον ἦν τὸν ἁμαρτάνοντα τῇ φύσει χαλιναγωγῆσαι, ἀλλ’ ἐπειδὴ οὐδεὶς μισθὸς ἦν ἀνάγκης· τῇ προαιρέσει τοὺς ἐπαίνους συνεχώρησεν. Εἰ ἀγνωμονεῖς τὸν θεῖον νόμον εὐεργετοῦντά σε, πείθει σε ὁ ἔξω νόμος. Εἰ μὴ κατὰ προαίρεσιν ἁμαρτάνομεν, ἀλλὰ κατὰ φύσιν ἦν τὰ ἁμαρτήματα, τινος ἕνεκεν οἱ νομοθέται Ῥωμαίων κακίας κολάζουσιν; Διὰ τί πρὸς τοὺς κατορθοῦντας τὴν ἀρετὴν ἐπαινοῦσι καὶ στεφανοῦσιν; Εἰ γὰρ ἡ φύσις ἠνάγκαζε καὶ οὐχ ἡ προαίρεσις κατεύθυνε, περιττῶς τοὺς ἐναρέτους ἐπαινεῖ, τοὺς δὲ ἁμαρτάνοντας κολάζει. Ἴσμεν ἑαυτοῖς, ἀδελφοί, ὅτι ἑκόντες κακουργοῦμεν καὶ ἐν οἷς ἑκόντες ἁμαρτάνομεν οὐχ ὑπὸ ἀνάγκης ἀγόμενοί ἐσμεν. Θέλεις δὲ μαθεῖν ὅτι ἕκαστος ἡμῶν οἶδεν ὅτι προαιρέσει εἰσὶν τὰ ἁμαρτήματα καὶ οὐ φύσει; Ὅταν ἁμαρτήσῃ ὁ οἰκέτης εἰς σέ, διὰ τί οὐ λέγεις ἐξ εἱμαρμένης εἶναι τὸ κακόν; Διὰ τί αἰτιᾷ τὸν ἀναίτιον; Ἀλλ’ ὅταν εἰς σὲ ἁμαρτήσῃ ὁ οἰκέτης, ὡς προαιρέσει ἁμαρτάνοντα κολάζεις. Ὅταν δὲ σὺ ἁμαρτήσῃς εἰς θεόν, ὡς κατ’ ἀνάγκην ἀγόμενος πορίζῃ τὴν ἀπολογίαν;