Πάλιν ὁ Φαραὼ ἀφείλετο τοῦ Ἀβραὰμ τὴν Σάρραν · καὶ ὡς ἤμελλεν ἁμαρτάνειν εἰς τὴν ἁγίαν γυναῖκα, ὁ θεὸς ἤτασεν τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς , καὶ ἡ βία τῶν ἐτασμάτων καὶ ἡ ἀνάγκη ἐπέσχεν τὴν παρανομίαν. Οὐδεὶς δὲ ἔπαινος σωφροσύνης ἀπεδόθη τῷ τυράννῳ· οὐ γὰρ ἀπὸ ἰδίας προαιρέσεως ἡ σωφροσύνη, ἀλλ’ ἀνάγκης καὶ μαστίγων. Διὰ τοῦτο καλῶς ᾄδεται Ἰωσὴφ ὁ προαιρέσει κωλυθεὶς ἀπὸ τῆς ἁμαρτίας, ὅτι προαιρέσει τὴν ἀνάγκην ἐνίκησεν. Οὔτε Φαραὼ τῆς Σάρρας ἥψατο, οὕτω Ἰωσὴφ τῆς Αἰγυπτίας · Καὶ τὸ πρᾶγμα ἴσον, ἀλλ’ ὁ ἔπαινος οὐκ ἴσος.