Οὐκ ἠδύνατο ὁ θεός, φησίν, ἐπισχεῖν τὸν ἁμαρτάνοντα; Ἠδύνατο· ἀλλ’ οὐδεὶς μισθὸς τῶν κατ’ ἀνάγκην κωλυομένων. Ναβουχοδονόσορ ποτὲ ὁ βασιλεὺς τῶν Βαβυλωνίων μεθύων ἀλαζονείᾳ καὶ πολλῇ δυναστείᾳ, εἰς τοσοῦτον ἦλθε μανίας ὥστε εἰκόνα ἐγεῖραι ἑαυτῷ, καὶ τοὺς κατ’ εἰκόνα θεοῦ γενομένους ἠνάγκαζεν εἰς προσκύνησιν ἐλθεῖν τῆς εἰκόνος. Ὁ δὲ θεὸς βουλόμενος δεῖξαι ὅτι οὐ μόνον αὐτὸν τῆς βασιλείας δυνατός ἐστιν ἐκβαλεῖν, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐξορίσαι, ἀφελόμενος αὐτοῦ τὴν βασιλείαν ἀφεῖλεν αὐτοῦ καὶ τὴν λογικὴν ἀξίαν· οὐ γὰρ ἔτι ὡς ἄνθρωπος λογικός, ἀλλὰ χόρτον ὡς βοῦς ἤσθιεν , καὶ νοῦς θηρίου ἐδόθη αὐτῷ. Ἐξέβαλεν αὐτὸν τῆς δυναστείας κατ’ ἀνάγκην καὶ οὐδεὶς μισθὸς τῷ ἀναγκασμένῳ· Οὐκέτι ἡμάρτανεν καὶ μισθὸν οὐκ ἐλάμβανεν. Ἄλλο γὰρ τὸ κατ’ ἀνάγκην ἀφαιρεῖσθαι, καὶ ἄλλο τὸ τῇ προαιρέσει κωλύεσθαι.