Ἀλλ’ ἐπειδή τινες ἐνόμισαν τὸ σκάζον τῆς ἰδίας διανοίας πρὸ ὀφθαλμῶν ἔχοντες τὸν λόγον ἐλλειπῆ εἶναι, ἀναγκαῖόν ἐστιν, οὐχ ἵνα τὰ ἡμέτερα πληρώσωμεν, ἀλλ’ ἵνα τὸ ὑστέρημα τὸ τῆς πίστεως πληροφορήσωμεν. Μεμνῆσθαι γάρ σε οἶδα τῶν εἰρημένων ὅτι ὁ θεὸς προγινώσκων οὐκ ἐκ μέρους προγινώσκει, ἀλλὰ πάντα ὁμοῦ περιλαμβάνει τῇ γνώσει. Καὶ ἐλέγετο ὑμῖν ὅτι ὁ θεὸς προῄδει ἁμαρτήσοντα τὸν Ἀδάμ, προῄδει δὲ διαπεσόντα καὶ τῆς ἐντολῆς μὴ ἀνεχόμενον, ἀλλὰ προῄδει τὸ πλάσμα οὐ κατ’ ἐκεῖνο σκοπῶν μόνον, ἀλλὰ καὶ τοὺς ἑξῆς ἐννοῶν οἳ ἔμελλον πληρωταὶ τοῦ θείου νόμου καθίστασθαι. Προῄδει γὰρ ὁ θεός, ὡς ἔφθην εἰπών, καὶ τῶν πατριαρχῶν τὰ κάλλη καὶ τῶν προφητῶν τὰ ἄνθη καὶ τῶν ἀποστόλων τὴν θείαν διδασκαλίαν καὶ τῆς οἰκονομίας τὸ ἄνθος καὶ τῶν μαρτύρων τὰς μυριάδας· καὶ πρὸς ἐκεῖνα βλέπων συνεχώρησε τῷ μὴ κατορθοῦντι τὸν νόμον εἰς τούτους λάμψαι τοὺς πληρωτὰς τοῦ νόμου. Οὐ γὰρ δίκαιον διὰ τὴν πρόγνωσιν τοῦ ἁμαρτήσαντος κωλυθῆναι τὸν δρόμον τῶν κατορθούντων. Προῄδει ὅτι ἁμαρτήσει ὁ Ἀδὰμ · προῄδει ὅτι κατορθώσει Νῶε · καὶ ἵνα δείξῃ ὅτι οὐχ ἡ φύσις ἡ ἁμαρτήσασα, ἀλλ’ ἡ προαίρεσις ἡ τραπεῖσα, εὐθέως ἀπὸ τοῦ Ἀδὰμ προῆλθε καρπὸς μαρτυρῶν τῇ φύσει ὅτι καλή· Ἄβελ προῆλθε δικαιοσύνῃ μεμαρτυρημένος. Καίτοι, εἰ φαύλη ἡ ῥίζα, πῶς καρπὸν ἅγιον ἤνεγκεν; Εἰ πονηρὰ ἡ φύσις, πῶς καρποὺς εὐσεβείας ἤνθησεν; Ἄκουε τοῦ κυρίου λέγοντος· Οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Εἰ πονηρὰ ἦν ἡ φύσις, οὐκ ἂν τοσούτους καρποὺς ἤνθησε δικαιοσύνης. Ἀλλ’ ἀπὸ τοῦ πρώτου ἀνθήσαντος δικαίου καὶ ὁ παῖς ἐμαρτυρεῖτο καὶ ἡ προαίρεσις ἠλέγχετο. Πάντα τοίνυν ὁμοῦ προορῶν ὁ θεὸς ποεῖ. Προῄδει ὅτι ἁμαρτήσει ὁ Ἀδάμ , ἀλλὰ προῄδει ὅτι αὐτὸς ἔσται ἡ ῥίζα πάντων τῶν ἀγαθῶν. Διὰ τοῦτο ὁ ἀπόστολος βουλόμενος δεῖξαι ὅτι οἱ καρποὶ ὑπὲρ τῆς ῥίζης ἀπολογοῦνται, λέγει· Ἀδὰμ οὐκ ἠπατήθη, ἀλλ’ ἡ Εὔα ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας .