Διῆλθεν ὁ κατακλυσμὸς τῶν ὑδάτων – Δεῖ γὰρ συντεμεῖν. – ἵσταται ἡ κιβωτὸς ἐπ’ ἄκρων τῶν ὀρέων· Εἰκὼν γὰρ ἦν τῆς ἐκκλησίας. Περὶ αὐτῆς ἔλεγεν ὁ προφήτης· Ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος τοῦ κυρίου καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. Ἐξῆλθεν Νῶε τὸν κοινὸν διανηξάμενος ὄλεθρον, ὁ τοῦ μεγάλου πλοίου ναυπηγός, ὁ τοῦ μεγάλου σκάφους κυβερνήτης, ὁ ἔσωθεν βασταζόμενος τὸ σῶμα τῇ κιβωτῷ ἔξωθεν δὲ βαστάζων τῇ δικαιοσύνῃ τὴν κιβωτόν. Προῆλθεν ἡ κιβωτὸς μετεωριζομένη ἐπάνω τῶν ὑδάτων, ἐπιπλέουσα καὶ οὐ βυθιζομένη, τοῖς κύμασι δονουμένη, ὑπὸ δὲ τοῦ βυθοῦ μὴ καταποντιζομένη· Ὃ πάσχει καὶ νῦν ἡ ἐκκλησία θορυβουμένη, ἀλλ’ οὐκ ἀπολλυμένη, ὑπὸ τῶν αἱρετικῶν κυμάτων περιαντλουμένη, ὑπὸ δὲ τοῦ σοφοῦ κυβερνήτου ὁδηγουμένη. Ἡ κιβωτὸς εἰκὼν ἦν τῆς ἐκκλησίας. Εἰσῆλθεν νῦν νέα κιβωτὸς ἡ ἐκκλησία, καὶ ὕδωρ κατακλύζον οὐ τοὺς ἁμαρτάνοντας, ἀλλὰ τὴν ἁμαρτίαν.