Διῆλθεν ὁ κατακλυσμὸς τῶν ὑδάτων – Δεῖ γὰρ συντεμεῖν. – ἵσταται ἡ κιβωτὸς ἐπ’ ἄκρων τῶν ὀρέων· Εἰκὼν γὰρ ἦν τῆς ἐκκλησίας. Περὶ αὐτῆς ἔλεγεν ὁ προφήτης· Ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος τοῦ κυρίου καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. Ἐξῆλθεν Νῶε τὸν κοινὸν διανηξάμενος ὄλεθρον, ὁ τοῦ μεγάλου πλοίου ναυπηγός, ὁ τοῦ μεγάλου σκάφους κυβερνήτης, ὁ ἔσωθεν βασταζόμενος τὸ σῶμα τῇ κιβωτῷ ἔξωθεν δὲ βαστάζων τῇ δικαιοσύνῃ τὴν κιβωτόν. Προῆλθεν ἡ κιβωτὸς μετεωριζομένη ἐπάνω τῶν ὑδάτων, ἐπιπλέουσα καὶ οὐ βυθιζομένη, τοῖς κύμασι δονουμένη, ὑπὸ δὲ τοῦ βυθοῦ μὴ καταποντιζομένη· Ὃ πάσχει καὶ νῦν ἡ ἐκκλησία θορυβουμένη, ἀλλ’ οὐκ ἀπολλυμένη, ὑπὸ τῶν αἱρετικῶν κυμάτων περιαντλουμένη, ὑπὸ δὲ τοῦ σοφοῦ κυβερνήτου ὁδηγουμένη. Ἡ κιβωτὸς εἰκὼν ἦν τῆς ἐκκλησίας. Εἰσῆλθεν νῦν νέα κιβωτὸς ἡ ἐκκλησία, καὶ ὕδωρ κατακλύζον οὐ τοὺς ἁμαρτάνοντας, ἀλλὰ τὴν ἁμαρτίαν. Πρώην ἠκούσαμεν ὅτι Ὕδωρ πολὺ καλύψαι τοῦ γνῶναι τὸν κύριον τὰς θαλάσσας. Ἐνταῦθα τὸν νοῦν ἄγαγε τὸν σαυτοῦ· πόσον κακὸν διήνοιξε τῷ Νῶε · ὅσον ἤγειρε τρόπαιον κατὰ τῆς ἁμαρτίας ἤκουσας. Καὶ μνημόνευε τοῦ προλαβόντος ἡμῖν ζητήματος ἐπὶ τῆς προτέρας. Οἶδα ὅτι τινὲς τὰ χθὲς ἡμῖν γυμνασθέντα ἀντιτείνοντες ἔδοξαν ἐπὶ πλεῖον ἡμᾶς γυμνάζειν εἰς τὴν προκειμένην θεωρίαν· Ἔφασαν γάρ τινες ὅτι τοῦ κατὰ τὸν Ἀδὰμ ἁψάμενος λόγου ἠπόρησεν, καὶ εἰς ἑτέραν μετήγαγεν τὴν θεωρίαν. Ἀλλ’ εἶπας ὅτι Εἰ προῄδει ὁ θεὸς ὅτι ἁμαρτάνει ὁ Ἀδάμ, διὰ τί ἔπλασεν αὐτόν; Ἐγὼ δὲ οἶδα ἀνελλειπῆ καταλιπὼν τὴν θεωρίαν καὶ πλήρη καὶ ἀνενδεῆ καὶ τῷ ἀληθινῷ λόγῳ ἀπηρτισμένην. Ἀλλ’ ἐπειδή τινες ἐνόμισαν τὸ σκάζον τῆς ἰδίας διανοίας πρὸ ὀφθαλμῶν ἔχοντες τὸν λόγον ἐλλειπῆ εἶναι, ἀναγκαῖόν ἐστιν, οὐχ ἵνα τὰ ἡμέτερα πληρώσωμεν, ἀλλ’ ἵνα τὸ ὑστέρημα τὸ τῆς πίστεως πληροφορήσωμεν. Μεμνῆσθαι γάρ σε οἶδα τῶν εἰρημένων ὅτι ὁ θεὸς προγινώσκων οὐκ ἐκ μέρους προγινώσκει, ἀλλὰ πάντα ὁμοῦ περιλαμβάνει τῇ γνώσει. Καὶ ἐλέγετο ὑμῖν ὅτι ὁ θεὸς προῄδει ἁμαρτήσοντα τὸν Ἀδάμ, προῄδει δὲ διαπεσόντα καὶ τῆς ἐντολῆς μὴ ἀνεχόμενον, ἀλλὰ προῄδει τὸ πλάσμα οὐ κατ’ ἐκεῖνο σκοπῶν μόνον, ἀλλὰ καὶ τοὺς ἑξῆς ἐννοῶν οἳ ἔμελλον πληρωταὶ τοῦ θείου νόμου καθίστασθαι. Προῄδει γὰρ ὁ θεός, ὡς ἔφθην εἰπών, καὶ τῶν πατριαρχῶν τὰ κάλλη καὶ τῶν προφητῶν τὰ ἄνθη καὶ τῶν ἀποστόλων τὴν θείαν διδασκαλίαν καὶ τῆς οἰκονομίας τὸ ἄνθος καὶ τῶν μαρτύρων τὰς μυριάδας· καὶ πρὸς ἐκεῖνα βλέπων συνεχώρησε τῷ μὴ κατορθοῦντι τὸν νόμον εἰς τούτους λάμψαι τοὺς πληρωτὰς τοῦ νόμου. Οὐ γὰρ δίκαιον διὰ τὴν πρόγνωσιν τοῦ ἁμαρτήσαντος κωλυθῆναι τὸν δρόμον τῶν κατορθούντων. Προῄδει ὅτι ἁμαρτήσει ὁ Ἀδὰμ · προῄδει ὅτι κατορθώσει Νῶε · καὶ ἵνα δείξῃ ὅτι οὐχ ἡ φύσις ἡ ἁμαρτήσασα, ἀλλ’ ἡ προαίρεσις ἡ τραπεῖσα, εὐθέως ἀπὸ τοῦ Ἀδὰμ προῆλθε καρπὸς μαρτυρῶν τῇ φύσει ὅτι καλή· Ἄβελ προῆλθε δικαιοσύνῃ μεμαρτυρημένος. Καίτοι, εἰ φαύλη ἡ ῥίζα, πῶς καρπὸν ἅγιον ἤνεγκεν; Εἰ πονηρὰ ἡ φύσις, πῶς καρποὺς εὐσεβείας ἤνθησεν; Ἄκουε τοῦ κυρίου λέγοντος· Οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Εἰ πονηρὰ ἦν ἡ φύσις, οὐκ ἂν τοσούτους καρποὺς ἤνθησε δικαιοσύνης. Ἀλλ’ ἀπὸ τοῦ πρώτου ἀνθήσαντος δικαίου καὶ ὁ παῖς ἐμαρτυρεῖτο καὶ ἡ προαίρεσις ἠλέγχετο. Πάντα τοίνυν ὁμοῦ προορῶν ὁ θεὸς ποεῖ. Προῄδει ὅτι ἁμαρτήσει ὁ Ἀδάμ , ἀλλὰ προῄδει ὅτι αὐτὸς ἔσται ἡ ῥίζα πάντων τῶν ἀγαθῶν. Διὰ τοῦτο ὁ ἀπόστολος βουλόμενος δεῖξαι ὅτι οἱ καρποὶ ὑπὲρ τῆς ῥίζης ἀπολογοῦνται, λέγει· Ἀδὰμ οὐκ ἠπατήθη, ἀλλ’ ἡ Εὔα ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας . Οὐκ ἠδύνατο ὁ θεός, φησίν, ἐπισχεῖν τὸν ἁμαρτάνοντα; Ἠδύνατο· ἀλλ’ οὐδεὶς μισθὸς τῶν κατ’ ἀνάγκην κωλυομένων. Ναβουχοδονόσορ ποτὲ ὁ βασιλεὺς τῶν Βαβυλωνίων μεθύων ἀλαζονείᾳ καὶ πολλῇ δυναστείᾳ, εἰς τοσοῦτον ἦλθε μανίας ὥστε εἰκόνα ἐγεῖραι ἑαυτῷ, καὶ τοὺς κατ’ εἰκόνα θεοῦ γενομένους ἠνάγκαζεν εἰς προσκύνησιν ἐλθεῖν τῆς εἰκόνος. Ὁ δὲ θεὸς βουλόμενος δεῖξαι ὅτι οὐ μόνον αὐτὸν τῆς βασιλείας δυνατός ἐστιν ἐκβαλεῖν, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐξορίσαι, ἀφελόμενος αὐτοῦ τὴν βασιλείαν ἀφεῖλεν αὐτοῦ καὶ τὴν λογικὴν ἀξίαν· οὐ γὰρ ἔτι ὡς ἄνθρωπος λογικός, ἀλλὰ χόρτον ὡς βοῦς ἤσθιεν , καὶ νοῦς θηρίου ἐδόθη αὐτῷ. Ἐξέβαλεν αὐτὸν τῆς δυναστείας κατ’ ἀνάγκην καὶ οὐδεὶς μισθὸς τῷ ἀναγκασμένῳ· Οὐκέτι ἡμάρτανεν καὶ μισθὸν οὐκ ἐλάμβανεν. Ἄλλο γὰρ τὸ κατ’ ἀνάγκην ἀφαιρεῖσθαι, καὶ ἄλλο τὸ τῇ προαιρέσει κωλύεσθαι. Πάλιν ὁ Φαραὼ ἀφείλετο τοῦ Ἀβραὰμ τὴν Σάρραν · καὶ ὡς ἤμελλεν ἁμαρτάνειν εἰς τὴν ἁγίαν γυναῖκα, ὁ θεὸς ἤτασεν τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς , καὶ ἡ βία τῶν ἐτασμάτων καὶ ἡ ἀνάγκη ἐπέσχεν τὴν παρανομίαν. Οὐδεὶς δὲ ἔπαινος σωφροσύνης ἀπεδόθη τῷ τυράννῳ· οὐ γὰρ ἀπὸ ἰδίας προαιρέσεως ἡ σωφροσύνη, ἀλλ’ ἀνάγκης καὶ μαστίγων. Διὰ τοῦτο καλῶς ᾄδεται Ἰωσὴφ ὁ προαιρέσει κωλυθεὶς ἀπὸ τῆς ἁμαρτίας, ὅτι προαιρέσει τὴν ἀνάγκην ἐνίκησεν. Οὔτε Φαραὼ τῆς Σάρρας ἥψατο, οὕτω Ἰωσὴφ τῆς Αἰγυπτίας · Καὶ τὸ πρᾶγμα ἴσον, ἀλλ’ ὁ ἔπαινος οὐκ ἴσος.