Τοῦτο νῦν πάσχει ἡ ἐκκλησία ὑπὸ τῶν ἐχθρῶν τῆς εὐσεβείας· Ἀφ’ οὗ οἱ Χριστιανοὶ λέγουσιν· Ἤγγικεν ἡ βασιλεία· ἔρχεται, τοσοῦτοι ἀνηλώθησαν χρόνοι καὶ οὐδὲν εἰς ὄψιν προῆλθεν. Ἀλλ’ ὑπέμεινεν ὀνειδισμὸν Νῶε , καὶ ἐπέμενον γελῶντες οἱ ἐχθροὶ τῆς εὐσεβείας· ἀλλ’ οἱ μὲν ἐλάμβανον τέλος τοῦ γέλωτος τὴν ἀπώλειαν, ὁ δὲ μισθὸν τοῦ ὀνειδισμοῦ τὴν σωτηρίαν. Ἕνεκεν γὰρ τοῦ ὀνόματός σου ὑπήνεγκα ὀνειδισμόν. Καὶ τί ὁ θεός; Ὡς εἶδε τὸν χρόνον ἀκμάσαντα, τὴν δὲ μετάνοιαν μὴ ἀπαντῶσαν, λέγει τῷ Νῶε · Εἴσελθε σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. Ὁρᾷς σωφροσύνην καὶ κανόνα ἐγκρατείας; Ἐπειδὴ γὰρ οὐκ ἐχρῆν ἐν τῇ κιβωτῷ συζυγίαν γνωρίζεσθαι, οὐδὲ ἄνδρα καὶ γυναῖκα τοὺς νόμους τῆς φύσεως ἐπιγινώσκειν, ἀφορίζει τὸν ἄρρενα καὶ τὸ θῆλυ καθ’ ἓν μέρος λέγων· Εἴσελθε σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. Ὅτε δὲ αὐτὸν μετὰ τὸν κατακλυσμὸν καλεῖ, ἐπειδὴ χρεία λοιπὸν μίξεως καὶ τεκνογονίας καὶ τῆς αὐξήσεως τῆς οἰκουμένης, λέγει· Ἔξελθε σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. καὶ προάγει αὐτὰ εἰς τεκνογονίαν καὶ αὔξησιν. Καὶ εὐθέως, ἵνα δείξῃ ὅτι εἰς τὸν τῆς τεκνογονίας ἐνάγει αὐτοὺς πόθον, ἐπάγει· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.