Νῦν ἡμῖν ἡ ἁγιωτάτη νηστεία τὰ μέσα τῶν ἱερῶν εἴληφε πόνων. Νῦν πρὸς αὐτὴν ἐπείγει τὴν ἀκμὴν τῶν ἱδρώτων, πρὸς τὸ στάδιον τῶν μακαρίων ἀγωνισμάτων. Πάντως γὰρ εἰπεῖν τὸ μέσον ἀκμή· στρατιωτῶν ἀκμή, τοῦ πολέμου τὰ μέσα· τοῦ κινδύνου τοῖς ἐπὶ θαλάσσῃ πλέουσιν ἀκμή, τῆς ἀγωνίας τὸ μέσον καὶ τῆς τρικυμίας· τὸ μεσώτατον τοῦ χρόνου τῆς ἀνθρωπίνης ἡλικίας, νεότης· τοῦ ἡλίου τὸ ἀκμαιότατον, τὸ μεσώτατον τῆς ἡμέρας. Οὕτω καὶ τῆς τῶν ἁγίων ἡμερῶν ἀκμή, τὸ μεσώτατον τῆς νηστείας. Ὅπου ἀκμάζει τὸ μέσον, ἐκεῖ ὁ θεὸς ἐγχορεύει ἐν τῷ μέσῳ. Διὰ τοῦτό φησιν· Ἴσχυε, λέγει κύριος, καὶ ἰσχυέτωσαν αἱ χεῖρες τοῦ λαοῦ σου· κἀγὼ ἐφέστηκα ἐν ὑμῖν, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Ἀκμάζει τοίνυν ἡ ἁγιωτάτη νηστεία τὸ μεσώτατον τῶν πόνων ἀπειληφυῖα· καὶ ὥσπερ ἥλιος ἐν τῷ μεσωτάτῳ τῆς ἡμέρας θερμὰς ἀφίησι τὰς ἀκτῖνας, οὕτω καὶ νηστεία λαμπρὰς ἀφίησι τὰς ἑαυτῆς ἀκτῖνας. Ἀκτῖνες δὲ τῆς νηστείας αἱ θεῖαι γραφαί· αὗται ἡμᾶς φωτίζουσιν, αὗται ἡμῶν τὸν λογισμὸν λαμπρύνουσιν, αὗται τῶν ἀρχαίων τὰς ἱστορίας ὑπογράφουσιν, οὐκ εἰς ἔπαινον τῶν ἀπελθόντων, ἀλλ’ εἰς ζῆλον τῶν ἀκολουθούντων. Σήμερον ἐν τῇ μέσῃ νηστείᾳ ὑπανεγνώσθη ἡμῖν, πῶς ἐκ μέσου τοῦ κατακλυσμοῦ τὸν Νῶε ἐξείλατο, τὸν Νῶε τὸν θαυμάσιον, ὃς τὸν παντώδινον ἀνενήξατο τῆς ἀπωλείας ὄλεθρον. Ὥσπερ γὰρ ἁμαρτάνουσιν οὐ κεκοινώνηκεν, οὕτως οὐδὲ τιμωρουμένοις συναπώλετο. Ἐγένετο κατακλυσμὸς εἰς τὸ ἐξαλεῖψαι τοὺς ἁμαρτήσαντας καὶ ὕδατι ὁ θεὸς τὴν ἁμαρτίαν ἔπλυνεν. Ἀλλὰ τότε μὲν ὕδατι τὴν ἁμαρτίαν καὶ τοὺς ἁμαρτήσαντας ἁπώλεσεν, νῦν δὲ ἀντεισήχθη ἡ χάρις ὑδάτων ἁμαρτίας πλύνουσα, ἁμαρτωλοὺς ἅμα καὶ σῴζουσα. Ἐπῆλθεν κατακλυσμὸς τὸ τηνικαῦτα τῇ οἰκουμένῃ, ἵνα τὴν ἐπιπολάζουσαν ἀσέβειαν τῆς οἰκουμένης σβέσῃ. Νῶε εὗρεν χάριν παρὰ πάντας, οὐ ξένης φύσεως γενόμενος, ἀλλὰ ξένης εὑρεθεὶς προαιρέσεως. Κοινὴν γὰρ εἶχεν πρὸς ἅπαντας τὴν φύσιν, ἰδιάζουσαν δὲ παρὰ πάντας τὴν ἕξιν· συναναστρεφόμενος καὶ οὐδενὶ συναναμιγνύμενος, παροικῶν τῷ κόσμῳ καὶ συνοικῶν τοῖς τρόποις, καὶ ἐπὶ τὸ ἄκρον τῆς δικαιοσύνης ὤν, ἐπάγγελμα δέχεται καὶ αὐτὸς