Νῦν ἡμῖν ἡ ἁγιωτάτη νηστεία τὰ μέσα τῶν ἱερῶν εἴληφε πόνων. Νῦν πρὸς αὐτὴν ἐπείγει τὴν ἀκμὴν τῶν ἱδρώτων, πρὸς τὸ στάδιον τῶν μακαρίων ἀγωνισμάτων. Πάντως γὰρ εἰπεῖν τὸ μέσον ἀκμή· στρατιωτῶν ἀκμή, τοῦ πολέμου τὰ μέσα· τοῦ κινδύνου τοῖς ἐπὶ θαλάσσῃ πλέουσιν ἀκμή, τῆς ἀγωνίας τὸ μέσον καὶ τῆς τρικυμίας· τὸ μεσώτατον τοῦ χρόνου τῆς ἀνθρωπίνης ἡλικίας, νεότης· τοῦ ἡλίου τὸ ἀκμαιότατον, τὸ μεσώτατον τῆς ἡμέρας. Οὕτω καὶ τῆς τῶν ἁγίων ἡμερῶν ἀκμή, τὸ μεσώτατον τῆς νηστείας. Ὅπου ἀκμάζει τὸ μέσον, ἐκεῖ ὁ θεὸς ἐγχορεύει ἐν τῷ μέσῳ. Διὰ τοῦτό φησιν· Ἴσχυε, λέγει κύριος, καὶ ἰσχυέτωσαν αἱ χεῖρες τοῦ λαοῦ σου· κἀγὼ ἐφέστηκα ἐν ὑμῖν, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Ἀκμάζει τοίνυν ἡ ἁγιωτάτη νηστεία τὸ μεσώτατον τῶν πόνων ἀπειληφυῖα· καὶ ὥσπερ ἥλιος ἐν τῷ μεσωτάτῳ τῆς ἡμέρας θερμὰς ἀφίησι τὰς ἀκτῖνας, οὕτω καὶ νηστεία λαμπρὰς ἀφίησι τὰς ἑαυτῆς ἀκτῖνας. Ἀκτῖνες δὲ τῆς νηστείας αἱ θεῖαι γραφαί· αὗται ἡμᾶς φωτίζουσιν, αὗται ἡμῶν τὸν λογισμὸν λαμπρύνουσιν, αὗται τῶν ἀρχαίων τὰς ἱστορίας ὑπογράφουσιν, οὐκ εἰς ἔπαινον τῶν ἀπελθόντων, ἀλλ’ εἰς ζῆλον τῶν ἀκολουθούντων.