Εἰ τοίνυν Σοδομιτῶν χείρους ἐγένοντο οἱ Ἰσραηλῖται , τίνος ἕνεκεν τὰ Σοδομιτῶν οὐχ ὑπέστησαν; Ἐπειδὴ ᾔδει ὁ θεὸς τοὺς μέλλοντας καρποὺς ἀνακύπτειν ἐξ ἐκείνων· ἀποστόλους , εὐαγγελιστάς, κήρυκας καὶ αὐτὸ τὸ σωτήριον σῶμα ὃ ἔλαβεν ὁ εὐεργέτης. Ἐφείσατο τῆς ῥίζης ἀγνωμοσύνης, ἵνα μὴ ἐκκόψῃ τοὺς καρποὺς τῆς ἀληθείας, ἄδικον εἶναι ἡγούμενος, ὡς δίκαιος, συντεμεῖν τὴν φορὰν τῶν ἀγαθῶν διὰ τὴν ῥίζαν τῶν φαύλων. Διὰ τοῦτο Ἡσαΐας εἰπών· Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων · προσέχετε νόμον θεοῦ ὑμῶν, λαὸς Γομμόρρας , ἵνα ἑρμηνεύσει τὴν αἰτίαν δι’ ἣν τὰ Σοδομιτῶν ποιοῦντες, οὐ τὰ Σοδομιτῶν πάσχουσιν, λέγει· Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι . Καί· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γομμόρρα ἂν ὡμοιώθημεν . Εἰ μὴ προσεδοκᾶτο ὁ καρπὸς τῶν ἀποστόλων , εἰ μὴ ἀνέμενεν ὁ θεὸς τὸν καρπὸν τῶν εὐαγγελιστῶν, εἰ μὴ τὸ ἅγιον ἐκεῖνο σπέρμα τὸ προσερχόμενον ἐκ τῆς ἁγίας παρθένου, ὡς Σόδομα ἂν ἐγενήθημεν . Ὅτι δὲ οὕτως ἐνενοήθη τοῖς ἁγίοις καὶ οὐχ ἡμεῖς τὴν ἔννοιαν βιαζόμεθα, ἄκουε Παύλου · Οὐ πάντες οἱ ἐξ Ἰσραήλ , οὗτοι Ἰσραήλ · οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ , πάντες τέκνα θεοῦ, ἀλλὰ νῦν λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν . Τί εἶπεν Ἡσαΐας ; Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα . Τί λέγει ὁ ἀπόστολος; Λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν , οὐκ ἐξ ἔργων. Εἶτα ἐπάγει· Καθὼς εἶπεν Ἡσαΐας · Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σοδόμα ἂν ἐγενήθημεν . Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Διὰ τί ὄφεις καλεῖ τοὺς ὑπηρέτας τῶν κακῶν; Διὰ τὸν ἀρχαῖον ὄφιν τὸν ἐν παραδείσῳ. Ὥσπερ γὰρ ὁ ἐν παραδείσῳ ὄφις ὄργανον ἐγένετο τῆς τοῦ διαβόλου ἀπάτης, οὕτως νῦν πολλοὶ ὑπηρέται εἰσὶν τοῦ διαβόλου. Οὐκέτι γὰρ χρῄζει ὁ διάβολος δι’ ὄφεως λαλεῖν, ἔχων πολλοὺς ὑπηρέτας. Τότε ἐπειδὴ πρὸς τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐπολέμει, οὐκ ἦν δὲ δι’ ἑτέρου προσώπου ἀπατῆσαι τοὺς μόνους, ἐδανείσατο πρόσωπον ἀλλόφυλον, καὶ οὕτως δι’ ἐκείνων πολλοὺς ἠπάτησεν. Νῦν οὐ χρῄζει ὄφεως. Πολλοὺς γὰρ ἔχει ὄφεις. Πᾶς ὑπηρέτης διαβόλου, πᾶς τεχνίτης κακίας, κἂν ἀνθρώπου λογικοῦ πρόσωπον φέρῃ, οὐδὲν ὄφεως διαφέρει. Ἔστι γὰρ ὄργανον οὗτος τοῦ διαβόλου ὡς ἐκεῖνος. Διὰ τοῦτο ὁ σωτὴρ βουληθεὶς δεῖξαι ὅτι ὁ λαλήσας διὰ τοῦ ὄφεως τότε, αὐτὸς ἐλάλει καὶ ἐν τοῖς Ἰουδαίοις , κατ’ ἐκείνου τοῦ καιροῦ μηχανωμένων τὴν θεομαχίαν, λέγει αὐτοῖς· Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν ἀληθείᾳ οὐκ ἕστηκεν, ὅτι ψεύστης ἐστίν · ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν ἐστε τοῦ διαβόλου καὶ ἃ ἠκούσατε παρ’ αὐτοῦ ταῦτα λαλεῖτε .