Λαμπὰς εὐσεβείας, κήρυγμα θεογνωσίας, ὁ φωτισμὸς τῆς θεοπνεύστου τῶν γραφῶν διδασκαλίας. Ἡ γὰρ τῶν γραφῶν διδασκαλία εὐσεβείας πηγὴ καὶ ἀληθείας ἀρχή, καὶ τῶν ἁγίων παρρησία καὶ πιστῶν προσδοκία, οἰκουμένης ἐλευθερία καὶ κόσμου σωτηρία. Οὐχ οὕτω τὸν οὐρανὸν οἱ φωστῆρες ὡς τὰς ἡμετέρας ψυχὰς οἱ τοῦ θεοῦ καταλάμπουσι λόγοι. Οὐχ οὕτω τὴν γῆν ἡ τῶν καρπῶν ποικιλία ὡς τὰς ἡμετέρας ψυχὰς ἡ τῶν γραφῶν στεφανοῖ διδασκαλία. Οὐχ οὕτω πηγαὶ καὶ ποταμοὶ τὰ ἴδια χέουσι νάματα ὡς τοῦ ἁγίου πνεύματος αἱ διδασκαλίαι τὰ διειδῆ καὶ καθαρὰ βρύουσιν ῥεύματα. Διὰ τοῦτο πηγαῖς καθαραῖς καὶ διειδέσιν ἀπεικάζει τὰ θεῖα λόγια ἡ γραφὴ λέγουσα· Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ὅρα τῆς πανσόφου διδασκαλίας τὴν θεωρίαν τὴν οἰκείαν· καὶ πηγὴν λέγει, καὶ ἀντλεῖν κελεύει. Πηγὰς καλεῖ τὰς διδασκαλίας διὰ τὸ ἡπλωμένον τῆς χάριτος, ἀντλεῖν κελεύει διὰ τὸ ἐπίπονον τῆς ἐργασίας. Καὶ ἐπειδὴ αἱ μὲν αἰσθηταὶ πηγαὶ ἐπιπολαίως ἔχουσι τὸ ὕδωρ, αἱ δὲ γραφαὶ ἐν βάθει ἔχουσιν τὰ νοήματα, οὐκ εἶπεν· λάβετε, ἀρύσασθε , ἀλλ’ ἀντλήσατε . Τὸ δὲ ἀντλούμενον ἐκ βάθους ἀντλεῖται· ὕδωρ γὰρ βαθὺ ἐν καρδίᾳ ἀνδρός, ἀνὴρ δὲ σοφὸς ἀντλήσει αὐτό . Ἀντλήσωμεν ὕδωρ μετ’ εὐφροσύνης . Τί ἐστιν· Ἀντλήσωμεν μετ’ εὐφροσύνης ; Τούτεστιν· πονήσωμεν χαίροντες, ἐπειδὴ πᾶς πόνος μοχθηρὸς τῷ πονοῦντι. Ἡ δὲ περὶ τὰ θεῖα λόγια μελέτη, κἂν πόνος ἔχῃ, ἡδὺν ἔχει τὸν κάματον. Λέγει· Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου . Οἱ εὐαγγελικοὶ λόγοι, οὗτοι εἰσὶν πηγαὶ τοῦ σωτηρίου . Ἦσαν δὲ τὸ πρὶν αἱ ἀρχαῖαι πηγαὶ καὶ ἐκαλοῦντο τοῦ Ἰσραὴλ πηγαὶ οἱ προφητικοὶ λόγοι. Ἐπειδὴ γὰρ οἱ τῶν προφητῶν λόγοι παρὰ μόνῳ ἦσαν τῷ λαῷ τῷ ἀρχαίῳ, αἱ δὲ νέαι πηγαὶ τῶν ἀποστόλων εἰς πᾶσαν ἐξεχύθησαν τὴν οἰκουμένην. Αἱ πρῶται πηγαὶ τοῦ Ἰσραήλ , αἱ νέαι πηγαὶ τοῦ σωτηρίου . Περὶ μὲν οὖν τῶν ἀρχαίων πηγῶν Δαυὶδ λέγει· Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ · περὶ δὲ τῶν νέων Ἡσαΐας · Ἀντλήσατε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου . Τί δὲ τὸ σωτήριον; Ἑρμηνεύει Συμεὼν ἐν τῷ εὐαγγελίῳ · ὡς γὰρ ἐν ταῖς ἀγκάλαις ἔλαβεν τὸ σωτήριον βρέφος καὶ ἐβάσταξεν χερσὶν τὸν βαστάζοντα τὰ πάντα, οὐ πρὸς τὸ φαινόμενον ἀφορῶν τοῦ σώματος σχῆμα, ἀλλὰ πρὸς τὸ κρυπτὸν τῆς θεότητος ἀξίωμα, ἔλεγεν βαστάζων τὸν τὰ πάντα φέροντα· Νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα, ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου . Ἔλθωμεν τοίνυν ἐπὶ μίαν πηγὴν τοῦ σωτηρίου, τὸν μακάριον Ἰωάννην τὸν Βαπτιστήν , ἵνα καὶ τοῖς ἀρτίως ὑπανα γνωσθεῖσι τὸ ἱκανὸν ποιήσῃ διακονούμενος ὁ τῆς ἡμετέρας βραχύτητος λόγος. Ἔλεγεν τοῖς πορευομένοις βαπτισθῆναι ὑπ’ αὐτοῦ ὁ Ἰωάννης · Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ξένον διδασκαλίου ἐπάγγελμα, ξένη περίοδος τῆς σωτηριώδους διδασκαλίας· ὑβρίζων εὐεργετεῖ καὶ ἀπειλῶν εὐαγγελίζεται· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν; Εἰ ὅλως φεύγωμεν τὴν ὀργήν, πῶς γεννήματα ἐχιδνῶν ἐσμέν; Ἀλλὰ καὶ γεννήματα καλεῖ, καὶ εὐαγγελίζεται αὐτοῖς τὴν σωτηρίαν, ἵνα διὰ μὲν τοῦ ὀνόματος τῆς ἐχίδνης τὴν ἀρχαίαν κατάστασιν δείξῃ, διὰ δὲ τοῦ φυγεῖν τὴν ὀργὴν τὸν καρπὸν τῆς μετανοίας ἑρμηνεύσῃ. Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν; Ὡσεὶ ἔλεγε· Τίς, ἀναξίοις ὑμῖν οὖσι τοῦ σωθῆναι, ὑπέδειξεν ὀδὸν σωτηρίας; Τί σὺ διδάσκεις καὶ ὑβρίζεις, δεικνύεις τὴν ὁ δὸν καὶ ἐπιτιμᾷς; Σὺ ἐδίδαξας ἡμᾶς φυγεῖν, ὁ λέγων· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τὼν οὐρανῶν . Ἀλλ’ ὥσπερ τὸν διαφεύγοντα τιμωρίαν ὁ βουλόμενος, εἰς αἴσθησιν ἀγαγεῖν ἧς διέφυγεν ὀργῆς ὑποτίθεται τὸ κατ’ ἀξίαν, ἵνα μάθῃ τίνος ἔτυχεν, Ἀγνοεῖς φησιν οἷον ἐξέφυγες κίνδυνον ἢ τιμωρίαν , οὐχ ἵνα ὀνειδίσῃ, ἀλλ’ ἵνα εἰς αἴσθησιν αὐτὸν τῆς εὐεργεσίας ἀγάγῃ. Γεννήματα ἐχιδνῶν ταῦτα λέγει ὁ βαπτιστής, καὶ οὐκ ἄχθονται οἱ ἀκούοντες. Ἦσαν γὰρ μαθηταὶ τοῦ Δαυὶδ τοῦ λέγοντος· Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με . Ποιήσατε οὖν φησιν καρπὸν ἄξιον τῆς μετανοίας . Ἑρμήνευσον τὸ τίς ὑπέδειξεν . Ἡ μετάνοια. Εἰ τῇ μετανοίᾳ προσεδράμετε, ποιήσατε καρποὺς ἀξίους μετανοίας. Καὶ ἐπειδὴ ἔβλεπεν αὐτοὺς ὠφρυωμένους ἐπὶ τῷ εἶναι τοῦ Ἀβραὰμ τέκνα, βουληθεὶς αὐτοὺς εἰς αἴσθησιν ἀγαγεῖν ὅτι οὐχ ἡ τοῦ γένους κοινωνία κυροῖ τὴν εὐγένειαν, ἀλλ’ ἡ τῶν τρόπων συμφωνία, λέγει· Ποιήσατε καρποὺς ἀξίους μετανοίας καὶ μὴ ἄρξητε λέγειν· πατέρα ἔχομεν τὸν Ἀβραάμ , ὅτι οὐ σῴζει γένος ὃν οὐ σῴζει τρόπος, οὐδὲ ὑψοῖ γένους κοινωνία ὃν μὴ στεφανοῖ τρόπων συμφωνία. Καὶ ἵνα μάθῃς ὅτι οὐδὲν ὄφελος τοῖς ἔχουσιν τὸ γένος τοῦ Ἀβραάμ , μὴ σῴζουσιν δὲ τὴν εὐγένειαν τῶν τρόπων, ὁ μὲν ἅγιος οὗτος καλεῖ τοὺς ἐξ ἐκείνων τεχθέντας γεννήματα ἐχιδνῶν , οὐ τοὺς πατριάρχας ὑβρίζων οὐδὲ ἐκείνους καλῶν ἐχίδνης τέκνα, ἀλλὰ τούτων τὴν κακίαν ἐλέγχων, ὥσπερ καὶ Ἡσαΐας ἔλεγε πρὸς τὸν λαὸν τὸν ἀπὸ τοῦ Ἀβραάμ · Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων , οὐ συγγενεῖς αὐτοὺς ἐπιστάμενος Σοδομιτῶν , ἀλλ’ ὁμοτρόπους, ἵνα δείξῃ ὅτι γένος τρόπους ἐργάζεται· Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων , προσέχετε νόμον θεοῦ ἡμῶν λαὸς Γομμόρρας . Καὶ ὁ εἰπών· Ἄρχοντες Σοδόμων , λέγει· Λούσασθε, καθαροὶ γενέσθε , ἀδελφὸς Ἰωάννου , καὶ ἐπιτιμῶν καὶ διδάσκων· Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων . Ἔχε τοῦτο παρατετηρημένον ἐν ταῖς στήλαις τῆς διανοίας σου, ἵνα ὅταν ἀκούσῃς Ἰουδαίου ὀνειδίζοντός σε ἢ λέγοντος· Πόθεν ἔχετε τὰς γραφὰς τῶν προφητῶν; ἢ· Πόθεν ἔχετε πατέρα ἔχειν τὸν Ἀβραάμ ; εἴπῃς αὐτῷ· Ἐπειδὴ ἡ ἐκκλησία σεμνύνεται τὸν Ἀβραὰμ πατέρα ἔχειν κατὰ πίστιν. Ἐὰν λέγῃ ὁ ἐναντιούμενος· Πόθεν σὺ υἱὸς τοῦ Ἀβραάμ ; εἰπὲ αὐτῷ· Πόθεν σὺ υἱὸς Σοδόμων ; Ἐὰν εἴπῃ· Διὰ τὴν ἀπιστίαν τῶν τότε , ἐρεῖς αὐτῷ· Εἰ ἀπιστία ἴσχυσε τὴν εὐγένειαν ὑβρίσαι, ἡ πίστις τὴν ἀγένειαν εἰς εὐγένειαν οὐ μεταφέρει; Συμφωνοῦσιν τούτῳ πάντες οἱ προφῆται, τρόπον τιμῶντες καὶ γένος δεύτερον τιθέμενοι, ὡς ἔλεγεν ὁ Ἰεζεκιήλ · Ὁ πατήρ σου Ἀμορραῖος καὶ ἡ μήτηρ σου Γετταία · ἡ ἀδελφή σου Σόδομα . Καὶ ὅρα τὸ θαυμαστόν. Ἵνα μὴ δόξωσιν οἱ Ἰουδαῖοι ὑβριζόμενοι ὑπομένειν ὡς Σοδομῖται ἀκούοντες, καὶ ἡ Ἰουδαία δοκεῖ ὑβρίζεσθαι ἀδελφὴ Σοδόμων ἀκούσασα, λύει αὐτῆς τὴν κακὴν ὑποψίαν ὁ προφήτης καὶ βούλεται αὐτὴν πεῖσαι, ὅτι μᾶλλον τιμᾶται καλουμένη ἀδελφὴ Σοδόμων ἢ ὑβρίζεται, διότι μείζονα ἐργαζομένη κακά, ἀδελφὴ αὐτῆς ὀνομάζεται. Ἐπεὶ οὖν βαρέως ἔφερεν ὁ λαὸς ἀκούειν τὴν ἀδελφὴν Σοδόμων , λύει τὴν ἀμφιβολίαν ὁ θεὸς λέγων· Ζῶ ἐγώ, λέγει κύριος, οὐχ ἥμαρτεν ἡ ἀδελφή σου Σόδομα κατὰ τὰ ἡμισείας τῶν ἁμαρτιῶν σου . Καὶ ὅρα τὸ θαυμαστόν. Ὥσπερ ὁ κλέπτης καθ’ ἑαυτὸν ἐπονείδιστόν ἐστιν πρᾶγμα, ἀντιπαραθέμενος δὲ λῃστῇ ἢ φονεῖ δοκεῖ ἐλευθέριος εἶναι πρὸς ἐκεῖνον, οὕτω καὶ σὺ πρὸς σύγκρισιν Σοδόμων . Μᾶλλον δὲ Σόδομα πρὸς σύγκρισιν δικαιότερα εἰσίν. Πόθεν τοῦτο; Λέγει ἡ γραφή· Οὐχ ἥμαρτεν ἡ ἀδελφή σου ὡς σύ. Ζῶ ἐγώ, λέγει κύριος, δεδικαίωται ἐκ σοῦ , ἀντὶ τοῦ Τοῖς ἔργοις παρα τιθεμένη ἐλευθεριωτέρα φαίνεται.