Ἀλλὰ μηδέν σε σοι , ἀδελφέ, ἐπιλάβῃ τῶν προειρημένων ὅτι Ἀπ’ ἐμαυτοῦ τοῦτο οὐ λαλῶ, ἐντολήν μοι δέδωκεν ὁ πατήρ, τί εἴπω καὶ τί λαλήσω. Φοβοῦμαι, μὴ τὰ κατὰ τῶν αἱρετικῶν ἀγωνιστικῶς λεγόμενα εἰς δόγμα ἐκλάβῃς ἐκκλησιαστικὸν παραγραψάμενος τὴν ἔννοιαν τοῦ κηρύγματος. Ὥσπερ ὁ λόγος ἡμῖν τῇ προτέρᾳ διϊσχυρίζετο περὶ τῆς ἀποστολικῆς ἐννοίας ἀπολογούμενος, ὅτι οὐ πάντα δογματικῶς κηρύττουσιν οἱ ἀπόστολοι , ἀλλὰ τὰ μὲν δογμα τικῶς, τὰ δὲ οἰκονομικῶς ὑποτίθενται, οὕτως εὑρίσκω καὶ αὐτὴν τὴν πηγὴν τῆς ἀληθείας τὸν δεσπότην τῶν ἀποστόλων καὶ προφητῶν οὐ πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ δογματικῶς φθεγγόμενον, ἀλλ’ οἰκονομικῶς πρὸς τὴν ἀσθένειαν τοῦ λαοῦ συγκατιόντα. Ἆρα γάρ, εἰπέ εἶπόν μοι ἀδελφέ, ὅταν λέγῃ ὁ τῆς ἀληθείας δεσπότης· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής , ἀκολουθήσω τῇ λέξει; ἀκολουθήσω τῷ ῥήματι; Ὑβρίσω τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν; Ἀλλ’ οὐδὲ βουλομένῳ μοι ἀγνωμονεῖν συγχωρεῖ μοι ὁ δεσπότης· ἀποκλείσει γάρ μου τὴν κακὴν ἔννοιαν, ἐὰν κακῶς ἀκολουθήσω τῇ λέξει, κἀμοῦ τῆς φωνῆς ἐπιλαμβάνεται ὡς ἄλλως θεολογούσης τὰ ἅγια, ὡς ἁπλῶς συγχεούσης καὶ ὑβριζούσης τὴν ἀξίαν· ἐπειδή φησι συγκατέβην τοῖς Ἰουδαίοις καὶ εἶπον ὅτι Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής , ἥρπασας ἥρπαξας τὴν λέξιν εἰς βλασφημίαν; Οὐκ ἤκουσάς μου ἀλλαχοῦ λέγοντος· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν ; Τί οὖν, ἀδελφοί; Ἐναντία ἑαυτῇ προφέρει ἡ ἀλήθεια; Μὴ γένοιτο. Ἀλλ’ ἑτέρως μὲν πρὸς τοὺς συντρόφους τῆς ἀληθείας, ἑτέρως δὲ πρὸς τοὺς ἀπεσχοινισμένους τῆς ἀληθείας φθέγγεται οὐκ αὐτὴ μεταβαλλομένη, ἀλλὰ πρὸς τὰς προαιρέσεις ἁρμοζομένη. Διὰ τί οὖν λέγει Ἰουδαίοις · Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω ; Ἐπειδὴ ἐνόμισαν αὐτὸν ἐχθρὸν εἶναι τῷ Μωσαϊκῷ νόμῳ καὶ ὑπεναντία διατάττεσθαι τῷ πατρὶ τῷ διὰ τοῦ νόμου τὸ σάββατον τιμῶντι καὶ ἐδόκει εἰς ὄψιν ἀντιπολιτεύεσθαι ἡ νέα διαθήκη τῇ παλαιᾷ καταστάσει· βουλόμενος οὖν δεῖξαι, ὡς οὐκ ἀντιπολιτεύεται τῷ θεῷ οὐδὲ ἐναντίον κηρύττει τῷ νόμῳ, λέγει Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ – ὡς ὑμεῖς ὑπονοεῖτε – , ἀλλ’ αὐτός μοι ἐντολὴν ἔδωκεν , ὁ παρ’ ὑμῶν προσκυνούμενος, μονονουχὶ διδάσκων αὐτούς, ὅτι ἐὰν αὐτὰ παραγράψησθε, οὐ τὴν ἐμὴν διδασκαλίαν παραγράφεσθε, ἀλλὰ τῷ παρ’ ὑμῖν ὁμολογουμένῳ θεῷ προσκρούετε· ἐπεί, ἀδελφοί, οὕτως οἰκτρῶς, οὕτως ταπεινῶς, οὕτως χαμαιπετῶς ἐκλαμβάνω τοῦ Χριστοῦ τὸν λόγον, ὡς ἐν δουλικῇ τάξει παραλαμβάνειν τὴν φωνὴν λέγουσαν· Ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ πατὴρ ἐντολάς μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω . Ἀλλ’ ὁρᾷς, εἰς ὅσον βάθος ἀσεβείας ἔρχομαι οὕτως ὑπολαμβάνων; Ποιῶ γὰρ αὐτὸν οὐ μόνον τοῦ πατρὸς κατώτερον, ἀλλὰ καὶ τῶν ἀποστόλων ἐλάττονα· Καὶ ὅπως, ἄκουε. Παῦλος λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παῦλος ἄνευ ἐπιταγῆς φθέγγεται, ὁ Χριστὸς οὐδὲν λαλεῖν ἀφ’ ἑαυτοῦ δύναται; Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παύλῳ ἐπιτρέπεις καὶ ἄνευ ἐπιταγῆς γνωμοδοτεῖν, Χριστὸν δὲ ἀποκλείεις ὑπὸ ζυγὸν δουλείας καὶ τῇ λέξει ἀκολουθεῖς τῇ λεγούσῃ· Ἀπ’ ἐμαυτοῦ οὐδὲν λαλῶ ; Εἶτα οὖν, ὡς ἔφθην εἰπών, ὅτι ἄλλως τοῖς συντρόφοις τῆς ἀληθείας διαλέγεται, ἄλλως τοῖς ἀπεσχοινισμένοις, μὴ γὰρ Ἰουδαῖοι ὑπενόουν αὐτὸν εἶναι υἱὸν θεοῦ; Μὴ γὰρ Ἰουδαῖοι εἰς ἔννοιαν ἐλάμβανον θεὸν λόγον; Οὐκ ἤκουσας, οἷα περὶ αὐτοῦ φασιν; Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄνθρωπον θεοῦ οὐχ ὑπελάμβανον, καὶ ἀξίαν μονογενοῦς ἐνενόουν; Ἔλεγον γοῦν πάλιν οἱ αὐτοὶ περὶ τοῦ σωτῆρος· Οἴδαμεν, ὅτι οὗτος ἁμαρτωλός ἐστιν, ὅτι τὸ σάββατον οὐ τηρεῖ · περὶ ἁμαρτωλοῦ δόξαν ἔχοντες καὶ περὶ ἀνθρώπου ἀπεσχοινισμένου ἀληθείας, ὅλως θεότητος κἂν εἰς τὴν τυχοῦσαν φαντασίαν ἐχώρουν; Πρὸς μὲν τοὺς οὕτω διακειμένους ὑποβαίνων τῇ φωνῇ καὶ διδάσκων αὐτούς, μὴ ἀντιλέγειν τῷ φαινομένῳ σχήματι νομιζομένῳ κατ’ αὐτοὺς διεστάναι τῆς τοῦ θεοῦ βουλῆς, ἔλεγεν· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω · πρὸς δὲ τοὺς υἱοὺς τῆς πίστεως ὅρα πῶς ἀποτίθεται τὴν ὑποπίπτουσαν φωνήν, ἐνδύεται δὲ αὐθεντίαν τῆς θεϊκῆς ἀξίας καὶ λέγει· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ὁ ἰδὼν τὴν γυναῖκα τοῦ πλησίον εἰς τὸ ἐπιθυμῆσαι ἤδη ἥμαρτεν· ἐγὼ δὲ λέγω. Ὁρᾶς, ὅπως ὅπου πιστός, γυμνὴ αὐθεντία, ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία; Παιδὸς δὲ μικροῦ ἐν τῷ ὄχλῳ θλιβέντος εἶπεν· Ἐπιφύεται πάντοτε τῇ ἀκροάσει τοῦ θείου λόγου ταραχή. Ὁ γὰρ ἐχθρὸς τῶν ψυχῶν ὁ διάβολος, ἐπειδὴ βλέπει τὸν λόγον κατὰ τῆς ἑαυτοῦ πλάνης ἠκονημένα τὰ βέλη πέμποντα, συνεχῶς ἐπιθολοῖ τοὺς ἀκροατάς, ἵνα διαφεύγῃ τὸν ἔλεγχον τῆς ἀληθείας. Εὔτυχός τις νέος ἐθόλωσε τὴν Παύλου διδασκαλίαν καὶ ἐνταῦθά τις νέος ἐθόλωσε τοῦ λαοῦ τὴν ἀκρόασιν, ἵνα πλέον γυμνάσῃ τῶν ἀκροατῶν τὴν πρόθεσιν· ἡμεῖς ὑμεῖς δέ, ἀδελφοί, τῶν κυμάτων τὴν ζάλην φεύγοντες ἐπὶ τὸν εὔδιον λιμένα τῆς ἀληθείας τὸ σκάφος ὁρμίσωμεν. Οὐ γὰρ βούλομαι τὴν παρέκβασιν μηκύνουσαν ἐμποδίσαι τοῖς προκειμένοις. Ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία, ὅπου ἀληθὴς σύντροφος τῆς εὐσεβείας, γυμνὴ ἡ αὐθεντία· πρὸς Ἰουδαίους λέγει· Ἀπ’ ἐμαυτοῦ οὐδὲν λαλῶ , πρὸς τοὺς οἰκείους τῆς πίστεως· Ἠκούσατε ἀκούσατε , ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω . Τὸ Ἐγὼ τὴν αὐθεντίαν δείκνυσι τοῦ λαλοῦντος· πανταχοῦ γὰρ τὸ Ἐγὼ αὐθεντίαν μαρτυρεῖ τῷ λέγοντι, ὡς ὅταν λέγῃ· Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε καταγηράση τὸ , ἐγώ εἰμι. Καὶ πάλιν πρὸς Ἰουδαίους λέγει· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἡ γενομένη σήμερον τῶν εὐαγγελίων ἀνάγνωσις λύει τὴν ἀπορίαν τῆς αἱρετικῆς ὑπονοίας. Ὅτε γὰρ ὁ λεπρὸς αὐτῷ προσῆλθεν ἐκεῖνος ὁ τὸ σῶμα λεπρός, τὴν δὲ ψυχὴν λαμπρός, λέγει αὐτῷ· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ἐνταῦθα ζήτησον τὸν κανόνα τῶν αἱρετικῶν · ἐχρῆν τοίνυν ἀκόλουθα τῆς ἑαυτοῦ φωνῆς εἰπεῖν· Οὐ θέλω ἐγώ, θέλει ὁ πατήρ, καθαρίσθητι· οὐκ ἦλθον γὰρ ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με · οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν ; Εἰ τοίνυν βιάζει βιάζῃ θέλημα ὑποκείμενον ἐξουσίᾳ, κατὰ τὸν τῶν ἀσεβῶν λόγον, διὰ τί δὲ αὐθεντίαν ἀπαιτεῖς παρὰ τοῦ ὑποκειμένου τῇ τοῦ πατρὸς αὐθεντίᾳ; Ἀλλ’ οὐδὲν τούτων ὁ σωτὴρ εἶπε πρὸς τὸν γνησίως αὐτῷ προσελθόντα, ἀλλ’ ἀποδεξάμενος αὐτοῦ τὸ εἰλικρινὲς τῆς πίστεως εἰλικρινῆ καὶ γνησίαν αὐτῷ δίδωσι τὴν σωτηρίαν· προσῆλθες ἐμοὶ αὐτῷ πιστῶς, δέχου πιστῶς τὸ φάρμακον· θελήματι τῷ ἐμῷ ἐπιγράφεις τὴν εὐεργεσίαν, ἐκ τοῦ θελήματός μου κομίζου τὴν σωτηρίαν. Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· θέλω, καθαρίσθητι. Μὴ ἕστηκε τοῖς αἱρετικοῖς τῆς ἀσεβείας ὅρος; Ὁρᾷς, ὅτι λόγῳ ὑπόκειται, ἐξ οἰκείου δὲ θελήματος αὐθεντεῖ; Ταῦτα δὲ ὅταν εἴπω, οὐκ ἀπεσχοινισμένον εἰσάγω τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρικοῦ θελήματος. Ὃ γὰρ ἐὰν εἴπῃς βούλημα τοῦ υἱοῦ, βούλημα λέγεις πατρός, καὶ ὅπερ ἂν λέγῃς βούλημα πατρός, αὐθεντίαν κηρύττεις υἱοῦ, καὶ ἐὰν εἴπῃς αὐθεντίαν τοῦ υἱοῦ, τὴν ἐξουσίαν δηλοῖς τοῦ ἁγίου πνεύματος· μία γὰρ ἡ ἐξουσία, ἀμέριστος ἡ βασιλεία. Ἀλλὰ παρῆκας, φησί, τὸν περὶ πνεύματος λόγον τὴν ἐξουσίαν · ἐγὼ γὰρ ἐκ τῆς ἀποστολικῆς φωνῆς εὑρίσκω τὸ πνεῦμα ὑποτεταγμένον τῷ Χριστῷ . Εἶπε γὰρ ὁ Παῦλος · Ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Εἰ δὲ ἐκτὸς τοῦ ὑποτάξαντος, οὐκοῦν τὸ πνεῦμα ὑποτέτακται; Μόνον γὰρ τὸν πατέρα εἶπε μὴ ὑποτετάχθαι τῷ Χριστῷ . Τὸ τὰ Πάντα τὴν κτίσιν δηλοῖ, οὐ τὴν ἄκτιστον φύσιν ὑβρίζει. Περὶ ὑποταγῆς ἐχθρῶν διαλέγεται· Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Τί οὖν ἐν τῇ τῶν ὑποτεταγμένων ἐχθρῶν χώρᾳ τιθεῖς τὸ πνεῦμα τὸ ἅγιον; Μὴ γὰρ ὑποταγὴν τῶν φίλων ὁ πατὴρ εἰσήγαγε; Μὴ γὰρ ὑποταγῆς ἀγγέλων ἐμνημόνευσε; Μὴ γὰρ ὑποταγῆς ἀρχαγγέλων ἥψατο; Ὑποταγῆς ἐχθρῶν. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἐν τοῖς ὑποτεταγμένοις ἐχθροῖς οὐκ ἔστι εἰς τὸ πνεῦμα τὸ ἅγιον. Εἰ ἡμεῖς οἱ πιστοὶ πιστεύοντες ἐν Χριστῷ συμβασιλεύσομεν, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐδὲ τῆς αὐτῆς ἀξίας τεύξεται τοῖς ὑπηκόοις; Ἐν τῇ ἐπιφανείᾳ τοῦ σωτῆρος καθήσονται υἱοὶ Ζεβεδαίου , Ἰάκωβος καὶ Ἰωάννης , καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπὶ δώδεκα θρόνων, τὸ δὲ πνεῦμα ἔσται περὶ τὸ ὑποπόδιον μετὰ τῶν ὑποτεταγμένων; Ἀπόστητε τῆς ἀσεβείας. Περὶ τῆς κτίσεως ὁ λόγος, ἄνθρωπε, οὐ περὶ τῆς ἀκτίστου φύσεως, οὐ περὶ τῆς προσκυνητῆς ἀξίας.