Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πολλοὶ ἀπαιτοῦσι παρ’ ἡμῶν τὴν μαρτυρίαν καὶ ποῦ γέγραπται ὁ πιστεύων εἰς Χριστόν , ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος . Εἶπε γάρ φησιν ὁ σωτήρ· Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος , οὐκ ἐπειδὴ τοῦτο γέγραπται, ἀλλ’ ἐπειδὴ τοῦτο ἀκολούθως τῷ πιστεύοντι ἕπεται· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος , Τίνες οἱ ποταμοὶ λέγονται; Τοῦ πνεύματος αἱ ἐνέργειαι. Ἡ ἐνέργεια τοῦ προσκυνητοῦ πνεύματος. Εἷς μὲν οὖν ποταμός· πολλὰ δὲ ἐκ τοῦ ποταμοῦ σχίζονται. Καὶ ὥσπερ ἐκ τοῦ παραδείσου ποταμὸς ἐξέρχεται ἐν Ἐδέμ , μερίζεται δὲ εἰς τέσσαρας ἀρχάς , εἷς μὲν οὖν ἐστι ποταμὸς καὶ μία ἐστὶ πηγὴ ζωῆς, προσέρχονται δὲ οἱ ποταμοὶ οἱ θεολογικοί, τὰ μέρη τῆς διδασκαλίας. Θέλεις ἰδεῖν ποταμοὺς ὕδατος ζῶντος ῥέοντας; Βλέπε Παῦλον ἀπὸ τῆς Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ κύκλῳ ποταμοὺς ἁγίους ἀρδεύοντα τὴν ὑπ’ οὐρανόν. Πᾶσαν γὰρ οὐκ ἂν ἤρκεσε τοσαύτην οἰκουμένην ἀρδεῦσαι, εἰ μὴ εἶχε πλημμυροῦσαν τὴν τοῦ ἁγίου πνεύματος ἐνέργειαν. Καὶ ὄντως ἐξ αὐτῶν ἐδείκνυε τῶν πραγμάτων, ὅτι ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ὅτι δὲ ποταμοὺς ὕδατος ζῶντος τὰς ἐνεργείας τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ὑπηγόρευσεν, τὰ ἑπόμενα δείκνυσιν. Ἐπάγει γὰρ τὸ εὐαγγέλιον · Τοῦτο γὰρ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες. Οὐκοῦν ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον; Πρόσεχε ἀκριβῶς. Ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον. Ἐὰν οὖν ἀκούσῃς τοῦ θεοῦ λέγοντος· Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος , νόει τὸν θεὸν πηγὴν τοῦ πνεύματος. Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος . Τὸ δὲ ὕδωρ τὸ ζῶν τὸ πνεῦμα τὸ ἅγιον. Ἄρα τοῦ ἁγίου πνεύματος ὁ θεὸς πηγή, ἐξ αὐτῆς ἀνομβροῦσα, ἐξ αὐτῆς προφέρουσα τὸ πνεῦμα τὸ ἅγιον, πίστει κηρυττομένη, οὐ καταλήψει. Οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ. Οὐ καταλήψει. Ἄκουε τί φησιν ὁ προφήτης· Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πληροῦται ἡ γῆ. Αἰνέσεως, οὐ καταλήψεως. Πίστεως, οὐκ ἐξετάσεως. Πιστεύοντες ἐβαπτίσθησαν. Πολλοὶ τοῦ ὄχλου ἤκουον ὧν ἔλεγεν. Ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Ἄλλο προφήτης. Τὸ γὰρ ἄρθρον προστιθέμενον κυρίαν δείκνυσι καὶ ἰδιάζουσαν τὴν αὐθεντίαν. Οἷόν τι λέγω, ἵνα ἀπὸ τῶν ἐν τῇ κοινῇ συνηθείᾳ τετριμμένων λάβω τὴν ἀφορμὴν τῶν ἀποδείξεων· ἐάν τις εἴπῃ· Ἐπίσκοπος ἐπεδήμησε, τὴν μὲν ἀξίαν ἐμήνυσε, τὸν δὲ ἄνδρα οὐκ ἔδειξεν. Ἐὰν δὲ εἴπῃ· Ὁ ἐπίσκοπος τῆς πόλεως, γνώριζε τὸν ὑπὸ πάντων κηρυττόμενον. Ὁμοίως κἂν ἰατρὸν εἴπῃς, τὴν ἐπιτήμην ἐμήνυσες, τὸν δὲ ἄνδρα οὐκ ἔδειξας. Ἐὰν δὲ εἴπῃς Ὁ ἰατρός, τὸν δὴ γνωριζόμενον ἀπαγγέλλοιο. Οὐκ ἔλεγεν· Οὗτος προφήτης ἐστίν, ἀλλ’ Οὗτός εστιν ὁ προφήτης. Ποῖος; Ὁ ὡμολογημένος, περὶ οὗ ἔλεγον ὑμῖν· Ἐπηγγείλατο ὁ θεὸς προφήτην ἀναστήσειν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός . Πρόσεχε ἐνταῦθα τῷ ἄρθρῳ. Ἄλλο Χριστός . Πολλοὶ γὰρ χριστοί, καὶ ἱερεῖς χριστοί, ἀλλ’ ὁ Χριστὸς μόνος, οὗ μέτοχοι γεγόνασιν ἅπαντες. Διὰ τοῦτο ὁ προφήτης ἔλεγε Δαυίδ · Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Καὶ δεικνὺς ὁ μακάριος προφήτης ὅτι πολλοὶ μέτοχοι ἐγένοντο τοῦ Χριστοῦ κατὰ τὴν προσηγορίαν, πολλοὶ καὶ ἐγένοντο χριστοί, πολλοὶ κοινωνοῦντες τῇ προσηγορίᾳ, μὴ κοινωνοῦντες τῇ ἀξίᾳ, ἔλεγε· Διὰ τοῦτο ἔχρισέ σε ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου . Μετόχους καλεῖ τοῦ Χριστοῦ τοὺς τῆς προσηγορίας μετεσχηκότας. Ὅθεν καὶ ὁ Παῦλος τὴν μετοχὴν τῆς προσηγορίας ἐκλαμβάνων διὰ τὴν προσηγορίαν φησίν· Μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν πάντες, ἐὰν τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατασχῶμεν. Ὥσπερ γὰρ ὁ Χριστὸς πηγὴ ὢν τῶν ἀγαθῶν μετέχεται ὑπὸ τῶν ἀξίων, οὕτως καὶ τὸ πνεῦμα τὸ προσκυνητὸν ἐν μετοχῇ γίνεται τῶν ἀξίων. Λέγει γὰρ ὁ ἀπόστολος· Τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τοῦ ῥήματος καὶ μετόχους γενομένους πνεύματος ἁγίου. Ὁρᾷς πῶς ἡ θεότης μετοχή ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος; Ἔλεγον οὖν· Οὗτός ἐστιν ὁ Χριστός . Ὢ ἄνοια· τὸ ἐμὲ ἐμέριζαν. Καὶ γὰρ ὁ προφήτης διαφόροις μὲν προσηγορίαις μερίζεται, μιᾷ δὲ ἐννοίᾳ συνάπτεται.