Πολλοὶ λέγουσιν· Τί ποιήσω; Πῶς θεὸν δυσωπήσω; Βλέπε καὶ ὁ προφήτης πῶς ἐλέγχει τοὺς χειμαζομένους. Λέγει αὐτοῖς· Ἐν τίνι καταλάβω τὸν κύριον;. Εἰσηγεῖται πρόσωπον ἀποροῦν καὶ ζητοῦν τρόπον θεραπείας θεοῦ. Ἐν τίνι καταλάβω τὸν κύριον καὶ ἀντιλήψομαι θεοῦ τοῦ ὑψίστου; Εἰ ἐξιλάσομαι αὐτὸν ἐν μυριάσιν ἀρνῶν πιόνων; Εἰ δώσω πρωτότοκα ὑπὲρ ἁμαρτίας ψυχῆς μου; . Πῶς ἐνδύσομαί φησι θεὸν θεραπεῦσαι θυσίαις, προσφοραῖς τὰ ἐμὰ τέκνα προσενέγκαι ὑπὲρ ἐμοῦ; Εἶτα, ὁ θεὸς ἐλέγχων τὸ ἐπίπλαστον τῆς προσποιήσεως ἐλέγχει εὐθέως· Οὐκ ἀπηγγέλη σοι, ἄνθρωπε, τί τὸ καλὸν καὶ τί ὁ θεὸς ἐπιζητεῖ παρὰ σοῦ;. Μὴ λέγε· Τί ποιήσω; Οἶδας γὰρ καὶ οὐ ποιεῖς. Ἴασαι τὸ τραῦμα. Ἄκουε τοῦ προφήτου λέγοντος· Συνάχθητε καὶ συνδεήθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὶν ἐλθεῖν ἐφ’ ὑμᾶς ὀργὴν κυρίου. Δεηθῶσι τοῦ κυρίου, εἴ πως ἵλεως γένηται ταῖς ἁμαρτίαις αὐτῶν. Φοβερὰ ἡ ἀπειλή, ἀλλ’ ἰσχυρὰ ἡ μετάνοια. Φοβερὸς ὁ δικαστής, ἀλλ’ ἰσχυρὸς ὁ συνήγορος. Οἶδεν ἡ μετάνοια κατασχεῖν τὸν κριτήν. Οἶδεν αὐτῇ περιθεῖναι. Οἶδεν εἰπεῖν· Καὶ συγχωρῶ. Ἤδη καὶ ὡς κριτὴς δίκαιος ὁ θεὸς καταδέχεται. Δυσώπησον αὐτόν δι’ εὐχῆς. Προσένεγκε αὐτῷ μάρτυρας, ἀποστόλους, προφήτας, εἰ δύνανται πεῖσαι. Οὕτως ὁ θεὸς θέλει κρατεῖσθαι, θέλει διαλλαγῆναι, θέλει δυσωπηθῆναι. Προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε. Μὴ εἴπῃς· Πολλοὶ ηὔξαντο· ποῦ αἱ εὐχαί; Ἀποκρίνεταί σου ὁ θεός· Μὴ ἡ χεὶρ ἀσθενεῖ τοῦ ῥύσασθαι; Ἢ τὸ οὖς μου ἐβάρυνε τοῦ ἀκοῦσαι; Αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν ἐμοῦ καὶ ὑμῶν. Ταῦτα λέγομεν οὐχ ἵνα πλήξωμεν, ἀλλ’ ἵνα ἰατρεύσωμεν. Δεηθῶμεν τοῦ θεοῦ, ἀδελφοί. Θέλει κρατηθῆναι ὀργιζόμενος. Ὅταν θέλῃ ὀργισθεὶς διαλλαγῆναι, προσποιεῖται τὸ παραιτούμενον τὴν φιλανθρωπίαν. Λέγει τῷ Μωϋσῇ · Ἔασόν με ἐξαλεῖψαι τὸ ἔθνος. Ὢ νεῦμα φιλανθρωπίας ἐν σχήματι ἀπειλῆς. Ἔασόν με , ἀντὶ τοῦ Κράτει με. Μωϋσῆς ἄλλως ἤκουσε καὶ ἄλλως ἐποίησεν. Ἔασόν με ἤκουσε καὶ τὸ Ἔασόν κράτησον ἐνόμισεν. Ἐνενόησεν ὡς σοφός· Ὁ θεός μοι λέγει· Ἔασον , ὡς ἐμοῦ κατασχεῖν δυναμένου. Εἰ τοίνυν ἀμελείᾳ τινὶ μὴ κατάσχω, Ἔασόν με καὶ ἐξαλείψω τὸ ἔθνος . Κἀμοὶ τί ποιεῖς· Ποιήσω σε εἰς ἄλλο ἔθνος μέγα. Τὸ πρῶτον πίστει ἐὰν μὴ φυλάξω, τὸ δεύτερον πῶς μοι πιστεύσει; Ἔασόν με. Καὶ μόνον ἤκουσεν Ἔασόν με , ἐνῆψεν εἰς τὸ κράτησόν με, λέγει κύριος. Ἐνταῦθα πρόσεχε ἀκριβῶς. Δεῖ συμβουλὴν καὶ ἐλάττονος καὶ ὑποδεεστέρου δέχεσθαι. Συμβουλεύει ἄνθρωπος θεῷ. Καὶ ἐὰν ἀποκτείνῃς αὐτούς, ἐρεῖ τὰ ἔθνη· Παρὰ τὸ μὴ δύνασθαι κύριον δοῦναι αὐτοῖς τὴν γῆν, ἣν ἐπηγγείλατο, ἀπέκτεινεν αὐτοὺς ἐν τῇ ἐρήμῳ . Εἶτα, κἂν ἐπὶ τὰ ἔθνη τούτους ἐλύπει, λυπεῖ με οὐ τὸ πεσεῖν τὸν λαόν, ἀλλὰ τὸ σὲ βλασφημηθῆναι. Βλέπε τὸν σοφὸν οἰκέτην πῶς ἐν σχήματι τοῦ ὑπὲρ δεσπότου ἀγωνιζομένου ἔθνους ἀπολογεῖται. Λυποῦμαι μὴ σὺ βλασφημηθῇς. Ὁ μὲν γὰρ λαὸς ἄξιος τοῦ πεσεῖν· σὺ δὲ ἀνάξιος τῆς βλασφημίας. Παρὰ τὸ μὴ δύνασθαι κύριον δοῦναι αὐτοῖς ἀπέκτεινεν αὐτοὺς. Καὶ τί ποιεῖ τὸ Ὀνόματί σου τῷ μεγάλῳ , ἀντὶ τοῦ Τί ἔχομεν ποιῆσαι τῆς δόξης σου ὑβριζομένης ; Ὁ θεὸς τὴν συμβουλὴν ἀποδεξάμενος – Διὰ τοῦτο γὰρ ἠγανάκτησεν, ἵνα δῷ παρρησίαν τῇ συμβουλῇ. – λέγει· Καὶ νῦν ἵλεώς εἰμι διὰ τὸ ῥῆμά σου· πλὴν ζῶ ἐγὼ καὶ ζῇ τὸ ὄνομά μου . Καὶ πῶς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ πατρός ἐστιν; Ἄκουε αὐτοῦ λέγοντος· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός, καὶ οὐκ ἐδέξασθέ με. Πλὴν ζῶ ἐγὼ καὶ ζῇ τὸ ὄνομά μου. Καὶ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ διὰ τὴν δόξαν τῆς ἐκκλησίας μου, ἣν ὀμνύει ὁ θεός. Ἄκουε τοῦ προφήτου λέγοντος· Ὀμνύει κύριος κατὰ τῶν ἁγίων αὐτοῦ. Ὅμως ταῦτα ἡμῖν εἴρηται ἵνα μάθητε ὅτι ὁ θεὸς βούλεται κρατηθῆναι. Κατάσχωμεν αὐτὸν μὴ χερσίν, ἀλλ’ εὐχαῖς, μὴ ἁπλῶς ἐξομολογήσεσιν, ἀλλ’ ἔργοις δικαιοσύνης. Ἐπειδὴ οὐ δύνῃ κράξαι πολλά, μίσθωσαί σοι κράζοντας τοὺς πένητας. Οἶδα ἐγχρονίσαι τῷ λόγῳ καὶ μὴ ἐγχρονίσαι συμφορᾷ κακῇ. Προμελέτησαι πῶς πείσῃς τὸν κριτήν, ἵνα δυσωπήσῃς τὸν δικαστήν. Ἕτοιμός ἐστι τοῖς βουλομένοις. Ἐγγὺς κύριος τοῖς ἐπικαλουμένοις αὐτοῦ ἐν ἀληθείᾳ. Μᾶλλον οὐ σιωπῆσαι, διὰ τί πόλεμος, ἀλλ’ ἀπολόγησαι. Μὴ λέγε· Διὰ τί ταῦτα; ἀλλ’ ὡς πιστὸς εἰπέ· Διὰ τί ταῦτα μόνον; Εἶτα σὺ ἐξετάζεις κρίσιν θεοῦ καὶ λέγεις· Διὰ τί ὁ θεὸς ἐπήγαγε πόλεμον; Εἶδές τινα τῶν κατακρίτων λόγον λαμβάνοντα παρὰ τοῦ δικαστοῦ; Ὁ κατάκριτος μίαν ἔχει μέριμναν, τὸ ὑπὲρ αὐτοῦ ἀπολογήσασθαι. Ὑπόκεισαι μυρίοις ἁμαρτήμασι καὶ ἀπαιτεῖς λόγον παρὰ τοῦ κριτοῦ; Μόνον προσφιλεῖς δίκας τοῦ ἐξετάζειν παρ’ αὐτοῦ τῶν γινομένων τὴν αἰτίαν; Μὴ γὰρ δίκαιος εἶ, ἵνα ἀπαιτήσῃς λόγον; Διὰ τοῦτο μέμφεται ὁ θεός· Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ἐπιζητοῦσι καὶ γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πε ποιηκώς. Ὑπόδικος εἰ τοσούτοις ἁμαρτήμασι καὶ λόγον ἀπαιτεῖς παρὰ τοῦ δικαστοῦ; Τίς χρεία τοῦ μάχεσθαι, οὐ θεῷ, ἀλλ’ ἑαυτοῖς; Βλέπεις πῦρ ἐξαπτόμενον καὶ ἐξάπτεις τὴν ὀργήν; Σβέσον τῇ προσευχῇ. Προσένεγκε δρόσον κατὰ τοῦ πυρός. Πῦρ ἐστιν ἡ ὀργή, δρόσος ἡ προσευχή.