Νῦν λέγει· Μετὰ Χριστὸν οὖν οὐ πολιτεύεται μοιχεία; Τοῦτο γὰρ προσφέρουσιν. Μετὰ Χριστὸν οὖν οὐ πολιτεύεται πορνεία; Μετὰ Χριστὸν νενόμισται λαγνεία πορνεία. Τότε οὕτω τετίμητο. Ἀνάγνωθι τοὺς ἀρχαίους νόμους, μᾶλλον δὲ μύθους. Βλέπε τῶν Ἑλλήνων τὰ κακά. Πορνεύουσά τις θεὸς ἐλέγετο. Μοιχεύουσα ἀλλ’ θεὸς προσηγορεύετο. Καὶ ὁ λεγόμενος πατὴρ θεῶν τὰ κακὰ δι’ ὧν εἰς μυρία σχήματα ἀκολασίας μετεβάλλετο, τοσοῦτον ἠγνοεῖτο πορνείᾳ, ὅτι καὶ ἐθεολογεῖτο. Νῦν δέ, ἐπειδὴ ἔλαμψεν ἡ ἀκτὶς τῆς σωφροσύνης, ἐδείχθη τί πορνεία καὶ τί ἁγνεία. Τὸ φῶς ἔδειξε τὰ σεμνὰ καὶ ἔλαμψαν τὰ σεμνά. Ἡ συνήθεια δὲ τῶν κακῶν οὐδὲ εἰς αἴσθησίν σε ἔφερε τῶν κακῶν. Ὥσπερ γὰρ – Ἵνα κοινῷ χρήσωμαι, εἰ καὶ ῥῆμά ἐστιν ἀνθρώπινον, ἀλλ’ ἐρῶ. – Ὥσπερ γὰρ οἱ ἐν βυρσείῳ ζῶντες διὰ τὴν συνήθειαν τῆς δυσωδίας αἴσθησιν οὐκ ἔχουσιν, οὕτω καὶ ἡ συνήθεια τῶν κακῶν εἰς ἀναίσθησιν ἦγε τὰ κακά. Ἐπειδὴ ἔλαμψεν ἡ ἁγνεία, Χριστός , αἱ ἀκτῖνες τοῦ ἁγιασμοῦ, δείκνυται ἡ πορνεία πορνεία. Ὥσπερ γάρ, ἀδελφοί, ὁ φορῶν ἐσθῆτα ῥυπαρὰν ἐν οἱῳδήποτε τόπῳ καθήμενος καὶ ἐν οἱᾳδήποτε ἀκαθαρσίᾳ οὐκ ἐλέγχεται – Προπεπύρωτο γὰρ ἡ ἔνστασις καὶ οὐδεὶς αὐτὸν ἐλέγχει ἀδιαφόρως καθήμενον καὶ ῥύπῳ προσομιλοῦντα. Ὁ γὰρ προλαβὼν ῥύπος οὐκ ἐλέγχει τὸν δεύτερον. Ἐὰν δέ τις λαμπρὰν στολὴν ἐνδύσηται, κἂν τὸ τυχὸν προσπεσὼν ἐλέγχει τὸ ἀλλότριον. – οὕτως τότε ῥυπαρὸς ἦν καὶ ὁ κόσμος, ῥυπαρὸν ἱμάτιον ἐνδεδυμένος. Ἐμφυρόμενος τοῖς κακοῖς οὐκ ἠλέγχετο. Ὅτε δὲ ἔλαμψε τὸ φῶς τοῦ Χριστοῦ , φαίνεται ἡ πολλὴ πορνεία, οὐκ ἐπειδὴ πολλή ἐστιν ὡς τότε, ἀλλ’ ὅτι νῦν κρυβῆναι οὐ δύναται. Βλέπε γὰρ τοῦ διαβόλου τὴν κακίαν, τί ἐπενόησε τοῖς ἀρχαίοις. Εἰδὼς ὁ διάβολος ἅτε δὴ καὶ τεχνίτης ὢν καὶ πεπαλαιωμένος ἡμερῶν κακῶν , εἰδὼς ὅτι διάφοροι τῶν ἀνθρώπων αἱ τάξεις καὶ οὐ πάντες ἀπὸ τῶν ἠθῶν κινοῦνται, ἀλλ’ ὁ μέν ἐστι σώφρων κατὰ φύσιν, ὁ δὲ ἀκόλαστος κατὰ συνήθειαν καὶ ἄλλος ἐλάττωμα εἰς μιαιφονίαν, ἄλλος εἰς ὀργὴν καὶ θυμόν, βουλόμενος τὰ πάντα πάθη κρατῆσαι καὶ πάντας πατάξαι, τὰ εἴδωλα διαφόρως ἔστησεν. Τί φησιν ἡ ἀκόλαστος πορνεία, ἡ ἄχαρις μοιχεία; Μὴ νομίσῃς εἶναι κακὸν τὴν μοιχείαν. Βλέπε τὸν Ἄδωνιν . Βλέπε τὴν λεγομένην Κύπρον . Οἱ θεοὶ οἱ προσκυνούμενοι πορνεύουσι καὶ σὺ αἰδῇ μοιχεύων; Οὐδεὶς αἰδεῖται τῶν προσκυνουμένων καὶ σὺ αἰδεῖσαι ὁ προσκυνῶν; Εἶδε τοὺς ἀκολάστους καὶ ἔπηξεν αὐτοῖς δείλαια τῆς ἀκολασίας. Εἶδε τοὺς σώφρονας καὶ ἀντεμηχανήσατο. Τί φησιν; Ποθεῖς τὴν σωφροσύνην; Ἔχεις τὴν Ἄρτεμιν , ἔχεις τὴν Ἀθηνᾶν · παρθένοι εἰσίν· γάμον οὐ θέλουσιν, ἵνα κἂν σωφροσύνην θέλεις μετὰ ἀδείας καὶ ἀκολασίαν μετὰ ἀφοβίας. Βουληθεὶς ὁ διάβολος πᾶσαν τέχνην, πᾶν ἐπιτήδευμα, πάντα τρόπον εἰς τὴν ἀθεΐαν δῆσαι, ἐπενόησεν ἑκάστῳ πράγματι μόρφωσιν τέχνης. Τεχνίτης εἶ; Τίμησον τὸν Ἥφαιστον . Ἀμπελουργὸς εἶ; Τίμησον τὸν Διόνυσον . Τῆς γῆς τοὺς κόλπους ποθεῖς; Τίμησον τὴν Δήμητραν . Καὶ τοῦτο ἦν ὃ εἶπε Παῦλος . Ἐπειδὴ εἶδεν ὁ Παῦλος ὅτι τὰ δῶρα τοῦ θεοῦ προσκυνεῖται, αὐτὸς δὲ ἠγνοεῖτο, λέγει· Μετήλλαξαν τὴν δόξαν τοῦ θεοῦ καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα . Κυνηγὸς εἶ; Ἔχεις τὴν κυνηγοῦσαν Ἄρτεμιν . Μή τις νομίσῃ χραίνεσθαι τὸ διδασκάλιον, ἐὰν εἴπωμεν Ἄρτεμιν ἢ Διόνυσον . Καὶ γὰρ ἐν ταῖς ἁγίαις γραφαῖς γέγραπται ἃ Ἕλληνες εἶπον. Ἐκάλουν μὲν τὸν Βαρνάβαν Δίαν , τὸν δὲ Παῦλον Ἑρμῆν . Ἐπειδὴ ταῦτα ἦν τὰ ὀνόματα, ἐπελάβου τούτων, ἐχθρὲ τῆς ἀληθείας, καὶ τὰ ἀρχαῖα κακὰ σκεπάσας καὶ τῇ ἀληθείᾳ παραδοὺς τὴν τοσαύτην τῶν κακῶν σύγχυσιν τολμᾷς εἰπεῖν ὅτι ἀφ’ οὗ τὸ φῶς ἔλαμψεν τὸ σκότος ἐπλεόνασεν; Ἀλλ’ ἴσως ἀντικρούουσιν· Εἰ τοίνυν ἐκεῖνα κακὰ καὶ φαῦλα, ταῦτα δὲ λαμπρὰ καὶ σωτήρια, διὰ τί πόλεμοι; Διὰ τί; Ἐπειδὴ ἄρτι τῆς εἰδωλολατρείας πλεονεξία, περὶ ἧς εἶπε Παῦλος · Καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία. Θέλεις μαθεῖν διὰ τί πόλεμοι, διὰ τί πόλεις ἐρημοῦνται, διὰ τί χώρα ἔχουσα πολλοὺς ἄνδρας εἰς ὀλίγους περιίσταται; Ἄκουε τοῦ προφήτου· Ἀκούσατε, οἶκος Ἰακώβ , τὸν λόγον τοῦ κυρίου ὅτι κρίσις τῷ κυρίῳ πρὸς τοὺς οἰκοῦντας τὴν γῆν. Διὰ τοῦτο οὐκ ἔστιν ἔλεος κυρίου οὐδὲ ἐπίγνωσις. Ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς. Αἵματα ἐφ’ αἵμασι μίσγουσιν. Διὰ τοῦτο σμικρυνθήσεται ἡ γῆ σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Διὰ τοῦτο ἐρημοῦνται πόλεις καὶ οἶκοι, ἐπειδὴ οὐ τείχη τοῖς σοῖς οἴκοις. Διὰ τοῦτο πόλεμοι ὡς πῦρ ἀνάπτουσι τείχη, ἐπειδὴ κατεφρονήθη τὸ δίκαιον καὶ πτωχοὶ πεπάτηνται καὶ ὑπερήφανοι τιμῶνται. Οὐκ ἐμὸς ὁ λόγος, κἄν τινες ἀγανακτῶσιν. Οὐ γὰρ ἀληθῆ; Εἰπέ μοι, ὦ μακάριε προφῆτα, διὰ τί πῦρ, διὰ τί σεισμός; Διὰ τί ἀφανισμός; Ἀποστελῶ πῦρ ἐπὶ τὰ τείχη Θαιμᾶν καὶ καταφάγεται τὰ τείχη Ἱερουσαλήμ. Διὰ τί; Ἀνθ’ ὧν κατεκονδύλιζον κεφαλὰς πτωχῶν καὶ τὸ δίκαιον τοῦ δικαίου ἦραν καὶ ἐπώλησαν πένητα ἕνεκεν ὑποδημάτων . Διὰ τοῦτο ἐπάξει κύριος τὴν ὀργὴν ταύτην καὶ ἀπολοῦνται οἱ ἄρχοντες. Διὰ τί; Διὰ ἀπαιδευσίαν γλώττης αὐτῶν. Βλέπεις πυρκαϊὰν ἀναπτομένην καὶ ἐπιτίθεις ξύλα; Διὰ τοῦτο ἀγοραὶ ἠρημώθησαν ἐν τῇ πόλει, ἐπειδὴ ἐν ἀγοραῖς σημεῖα οὐκ ἐτιμήθη. Διὰ τοῦτο ἀπεκλείσθησαν οἶκοι τῇ ἀληθείᾳ ἀποκλείει τὸν ἑαυτῆς οἶκον ἡ ἀλήθεια. Διὰ τί οὐκ οἰκήσεις, οὐκ ἀπολαύσεις τῶν ἰδίων; Ἐπεὶ ζητεῖς τὰ μὴ ἴδια. Διὰ τοῦτο λέγει ὁ προφήτης· Ἀνθ’ ὧν κατεκονδυλίζετε εἰς κεφαλὴν πτωχῶν καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ’ αὐτῶν. Διὰ τοῦτο οἴκους καλοὺς ᾠκοδομήσατε καὶ οὐκ ἔστιν ὁ οἰκῶν. Ἀμπελῶνας ἐφυτεύσατε καὶ οὐ μὴ πίητε οἶνον. Ἔλαιον ἔχετε καὶ οὐ μὴ ἀλείψατε. Εἶτα, ὧ κύριε, τὴν πληγὴν ἔδειξας, τὴν θεραπείαν οὐκ ἐπήγαγες· Εἰσὶ γὰρ ψυχαὶ χρείαν ἔχουσαι θεραπείας. Εἶδες γὰρ τοῦ τραύματος τὴν φύσιν διὰ τῶν βοηθημάτων τὴν δύναμιν. Ἀπόδυσαι τὴν ἀδικίαν διὰ δικαιοσύνης. Ἀπόδυσαι τὴν ἁρπαγὴν διὰ φιλοπτωχίας. Ἀπόδυσαι τὴν βλασφημίαν διὰ ὑμνῳδίας. Λῦσον τοῖς ἀγαθοῖς τὰ κακά. Ἀντίστησον τοῖς φαύλοις τὰ ἐναντία.