Οὐκ οἶδας ὅτι οἱ προφῆται τοῦ πνεύματος τοῦ ἁγίου εἰσὶν ὄργανα; Οὐκ οἶδας ὅτι οἱ ἀπόστολοι ὑπὸ τοῦ ἁγίου πνεύματος ἀπεστάλησαν; Λέγει τοῖς ἀποστόλοις· Κἀγὼ ἀποστέλλω ὑμᾶς εἰς τὸν κόσμον. Εἰ ὁ Χριστὸς ἀποστέλλει τὸ πνεῦμα τὸ ἅγιον, τὴν αὐθεντίαν τοῦ υἱοῦ εἰς ἑαυτὸ περισπᾷ. Λέγει γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἐν Ἀντιοχείᾳ τῇ μεγαλοπόλει· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Ἐχρῆν γὰρ γνωρίσαι τὴν ἑαυτοῦ ὑπουργίαν καὶ εἰπεῖν· Εἰς τὸ ἔργον ὃ προσκέκληται αὐτοῦ ὁ Ἰησοῦς , ἀλλὰ τὴν βασιλικὴν αὐθεντίαν εἰς ἑαυτὸ περίγραψεν. Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Καὶ μὴν ὁ προφήτης τοὺς προσκεκλημένους ὑπὸ τοῦ θεοῦ λέγει προκληθῆναι, ὅτι ἐκ Σιὼν ἥξει ὁ σωζόμενος καὶ εὐαγγελιζόμενος ὁ κύριος προσκέκηται. Πῶς τὸ πνεῦμα τὸ ἅγιον λέγει· Εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς ; Ὁ γὰρ κύριος τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν , φησὶν ὁ Παῦλος , ὅπου δὲ τὸ πνεῦμα κυρίου, ἐλευθερία . Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Ἓν δέ, ὃ τὴν ψυχὴν ἔπληξεν, καὶ εἰπεῖν αἰδοῦμαι καὶ λέγειν ἀναγκάζομαι. Τινὲς τῶν ἀθέων αἱρετικῶν μὴ ἔχοντες πῶς διὰ τῆς ἰδίας θρασύτητος πλήξωσι τῆς ἐκκλησίας τὴν ἀκοήν τολμῶσι τὰ παρὰ τῶν Ἑλλήνων περιάγειν καὶ ἐπ’ ἀληθείας εἰπεῖν. Αἱ ἀκοαὶ μὴ δεξάμεναι τὸν λόγον ἐτρώθησαν, οὐ βλαβεῖσαι, ἀλλ’ ἐπὶ τοὺς σκανδαλιζομένους πλαγεῖσαι. Ἀναγκάζομαι λέγειν, ὅπερ ἤκουσα, εἰς ἔλεγχον μὲν τῶν τολμώντων, εἰς στήριγμα δὲ τῶν ἀκουόντων εἰς ἀπολογίαν δὲ τὴν ὑπὲρ τῆς ἀληθείας. Οὐχ ὅτι τῆς ἡμετέρας ἀπολογίας δεῖται ἡ ἀλήθεια, ἀλλὰ δεῖ βοηθεῖν τῷ πᾶσι βοηθοῦντι, δεῖ βοηθεῖν τῷ θεῷ συκοφαντουμένῳ. Μὴ ἐπιλάβῃ τῆς λέξεως καὶ εἴπῃς βοηθεῖν θεῷ. Ἐγὼ τῇ γραφῇ στοιχῶ. Ἡ μακαρία Δεβόρρα , ἡ προφῆτις ἐκείνη, τοὺς μὴ συνελθόντας εἰς τὸν πόλεμον κατὰ τῶν ἀλλοφύλων λέγει καταρᾶσθαι, τοὺς μὴ ἐξελθόντας βοηθῆσαι τῷ κυρίῳ. Πολλοὶ τοίνυν τῶν αἱρετικῶν ἀντιβάλλουσι ῥήματα παρ’ ἐθνικῶν προφερόμενα. Καὶ τί φησι τῶν Ἑλλήνων ; Ἡ κακία τῶν αἱρετικῶν κρύπτουσα τὰ ἴδια ὅπλα, ἐπειδὴ αὐτῶν ἥττηται, προφέρει τὰ ἀλλότρια, ἵνα διασαλεύσῃ τὰ θεμέλια τῆς εὐσεβείας. Τινὲς τῶν Ἑλλήνων ἔφησαν· Ἀφ’ οὗ ὁ Χριστιανισμός, πόλεμοι. Ἀφ’ οὗ ἀνετράπη τὰ εἴδωλα, ἀνετράπη, φησίν, ἡ οἰκουμένη. Σύγγνωτέ μοι, παρακαλῶ. Κέχρημαι τοῖς ἐκ τῶν ἐναντίων προφερομένοις εἰς ἀπόδειξιν. Ἤρκει μὲν γὰρ αὐτὴ καθ’ ἑαυτὴν ἡ ἀλήθεια ὑπὲρ ἑαυτῆς ἀγωνιζομένη. Δεῖ δὲ λαμβάνειν τὰ ὅπλα τῶν ἐναντίων καὶ αὐτὸς κόπτειν. Καὶ γὰρ ὁ μακάριος Δαυίδ , ὅτε ἐν σφενδόνῃ τὸν ἀντίπαλον κατηγωνίσατο, ἐπεὶ τὴν κεφαλὴν ἀποτεμεῖν οὐκ ἴσχυεν, τοῦ ἐναντίου λαβὼν τὸν ἐναντίον ἀπέτεμεν. Ἀφ’ οὗ ἀνετράπη τὰ εἴδωλα, πόλεμοι. Ὅτε οὖν ὁ Ξέρξης ἐπιδημήσας εἰς τὰς Ἀθήνας ἐνέπρησε καὶ τὴν Ἀχαΐαν ὅλην καὶ τὴν Ἑλλάδα κατήγαγεν εἰς ἔδαφος, οὐκ ἦσαν παρ’ αὐτοῖς θεοί; Οὐκ ἦσαν βωμοί; Οὐκ ἦσαν τελεταί; Οὐκ ἦσαν αἵματα ἱερά; Εἰ παρὰ τὴν αἰτίαν τῆς ἀνατροπῆς τῶν εἰδώλων πόλεμος, διὰ τί τότε πόλεμος, ὅτε ἤκμαζε τὰ Ἑλληνικά; Ὅτε πόλεις πρὸς πόλεις ἠγωνίζοντο, ὅτε κῶμαι κώμαις ἐπολέμουν, ὅτε πᾶσα χεὶρ διὰ ξίφους ὥδευεν, ὅτε οὐκ ἦν μετ’ εἰρήνης διοδεύειν, ὅτε οὐκ ἦν ἄνευ ξίφους τὴν ὁδὸν τὴν τυχοῦσαν γέμειν ποῦ ἦν τὰ εἴδωλα; Αἰσχύνομαι ὑπὲρ εἰδώλων φθεγγόμενος. Μιαίνω τὴν γλῶτταν, ἵνα τοὺς μιεροὺς διελέγξω. Ἀνάγνωθι τὰς Ῥωμαϊκὰς ἱστορίας. Ἀνάγνωθι τοὺς ἀρχαίους πολέμους. Ἀνάγνωθι τὰ ἀρχαῖα κακά, ὧν συνεγράψατο πολέμων Θουκυδίδης τῆς Πελοποννήσου τὸν ὄλεθρον τῆς Ἑλλάδος ὅλης τὸν ἀφανισμὸν καὶ τῶν Ἀσσυρίων λεγόντων· Ποῦ εἰσιν οἱ θεοί σου Θάμαρ καὶ Ἀσοῦρ ; Μὴ ἠδυνήθησαν οἱ θεοί σου σῶσαι τὴν ἑαυτῶν χώραν; Ἀλλὰ λαμβάνει ὁ ἀσεβὴς τὸ ἄπειρον τῶν ἀρχαίων καὶ θολοῖ αὐτὸν τῇ φαινομένῃ τῶν ἀνθρώπων καταστάσει. Ἀφ’ οὗ Χριστὸς πέπαυται μερικὸς πόλεμος καὶ πα ρακμάζει ὁ τῶν ἀλλοφύλων. Τότε γὰρ πόλις πρὸς πόλιν, τότε ἔθνος πρὸς ἔθνος. Νῦν ταράττει σε ὄνομα πολέμου διὰ τὴν ὑπερβάλλουσαν συνήθειαν τῆς εἰρήνης. Εἰρήνη γνωρισθεῖσα λήθην σοι τῶν πολεμικῶν ἐποίησεν ὀνομάτων. Ἐπειδὴ ἔλεγεν ὁ προφήτης· Συγκόψωσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν .