Εἶδες μανίαν βαρβάρου μεθύοντος; Εἶδες μανίαν κατὰ τοῦ θεοῦ τοξεύοντος; Εἶδες πῶς ἠγνόησε τὸ πλάσμα τὸν δεσπότην τὸν πλάσαντα; Εἶδες πῶς ὁ χνοῦς κατὰ τοῦ πυρὸς ἀγωνίζεται; Εἶδες πῶς ὁ χόρτος τῷ πυρὶ μάχεται; Ἀλλὰ ταῦτα μὲν ἔλεγεν ἐν ἀγνοίᾳ θείας δυνάμεως. Καὶ τί ποιεῖ μαινόμενος; Ἐκκαύσατε τὴν κάμινον ἑπταπλασίως. Ἐπειδὴ εἶπον οἱ μάρτυρες · Ἔστι θεὸς ῥύσασθαι ἡμᾶς δυνάμενος, πλεονάζει τὴν τιμωρίαν. Καίτοι, ὦ τύραννε παρανομώτατε, εἰ μὲν μὴ ἔστι θεοῦ δύναμις, τί περισσῶς ἑπταπλασιάζεις τὴν φλόγα; Καὶ γὰρ ψιλὴ φλὸξ δύναται ἀναλῶσαι σῶμα. Διὰ τί οὖν ἑπταπλασιάζεις; Ἵνα τῇ φιλονεικίᾳ τοῦ πυρὸς νικήσῃ τὴν ἐπαγγελίαν τῆς δυνάμεως, ἐξέκαυσε τὴν κάμινον ἑπταπλασίως. Ἀλλὰ διέλαμπε ὁ λόγος καὶ ἐπληροῦτο τὸ ὑπὸ τοῦ προφήτου Δαυίδ · Τὰ λόγια κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Τὴν φλόγα ἐτίναξαν καὶ τὸ πῦρ μιμησάμενον παστάδα ἐκάλυψε τὰ σώματα τῶν ἁγίων. Καὶ ἡ τοῦ θεοῦ δύναμις τὴν κάμινον ἐποίησε ἐκκλησίαν καὶ τὴν τιμωρίαν μετέβαλεν εἰς εὐωχίαν. Καὶ ἀντὶ θρήνων ἐποίησεν ὕμνους καὶ ἀντὶ φλογὸς δρόσον. Ὁ τύραννός φησιν· Σεδράχ , Μισάχ , Ἀβδεναγώ , οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου. Νῦν ὕψιστον ὁμολογεῖς; Νῦν θεὸν κηρύττεις, ὃν πρὸ μικροῦ ἠρνήσω; Οὐ σὺ ᾖς ὁ λέγων· Καὶ τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;. Ἀλλὰ λέγε καὶ αὐτὸς μετὰ Παύλου · Ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Εἷτα, ἐνταῦθα πρόσεχε πῶς τὸ ὅπλον εἰς ἀρετὴν μετεβλήθη τὸ τῆς κακίας. Γράφει γάρ· Ἐγὼ γράφω φυλαῖς, γλώσσαις· Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ θεοῦ Σεδράχ , Μισάχ , Ἀβδεναγώ , εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν . Ὁ ἀπειλῶν κατὰ τῆς εὐσεβείας ἀγωνίζεται ὑπὲρ τῆς ἀληθείας. Μὴ τοίνυν, αἱρετικὲ καὶ τοῦ Ναβουχοδονόσορ ἀγριώτερε, μὴ βλασφήμει τὸ πνεῦμα τὸ προσκυνητὸν. Μὴ βλασφήμει τὸν υἱὸν, δι’ ὧν βλασφημεῖς τὸ πνεῦμα. Μὴ ὕβριζε τὸ πνεῦμα, δι’ ὧν ὑβρίζεις τὸν υἱόν. Μὴ ὕβριζε τὸν πατέρα, δι’ ὧν ῥίζαν ἀρνῆσαι. Μία πηγή, μία ζωή· ὁ ἐπαρνησάμενος τὸ πᾶν ἠρνήσατο. Καὶ τίς χρεία περὶ τῶν ὀνομάτων τῶν θείων λεπτολογεῖν, ἕνα υἱὸν ἅγιον ἐκ θεοῦ; Υἱὸς ἐκ θεοῦ καὶ θεός. Τὸ δὲ πῶς ἡ πίστις παραδίδωσιν· οὐκ ἄνθρωποι καταλαμβάνουσιν. Ἡ μέντοιγε ἀνάστασις δῶρόν ἐστι θεοῦ. Πρόσεχε ἀκριβῶς. Ἀνάστασις δῶρόν ἐστι θεοῦ. Περὶ ἀναστάσεως Παῦλος · Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς οὐκ ἐγήγερται· ματαία ἡ πίστις ὑμῶν. Ὁ τὴν ἀνάστασιν ἀρνούμενος ματαίαν ἕξει τὴν πίστιν. Ὁ ἐν ὀνόματι τῆς τριάδος ἀπαιτῶν ἀβέβαιον ἔχει τὴν εὐεργεσίαν;