Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς τὸν Χριστὸν νυκτός. Πρόσεχε πῶς ἐπιλαμβάνεται αὐτοῦ τῆς ἀπαρρησιάστου γνώμης ὁ μὴ πεπαρρησιασμένος ποτέ, κατανυχθεὶς ὑπὸ τῶν λόγων κυρίου ὅτι πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται εἰς τὸ φῶς. Βουλόμενος ἀποδύσασθαι τὸν κίνδυνον ἐπὶ τῇ προλαβούσῃ νυκτὶ ἐν ἡμέρᾳ παρρησιάζεται καὶ λύει τῇ ὁμολογίᾳ τὴν ἄρνησιν. Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μή τι ἀκούσῃ ἐξ αὐτοῦ;. Προσεκάλεσεν εἰς κρίσιν τὸν σωτῆρα εἰδὼς ὅτι δύναται φωνὴ θεοῦ προελθοῦσα σβέσαι τὴν ἁμαρτίαν καὶ μανίαν τῶν ἀντιλεγόντων. Ἀπεκρίθησαν ἐκεῖνοι· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἐρεύνησον καὶ μάθε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Πρόσεχε ἐνταῦθα, παρακαλῶ, τῇ Ἰουδαϊκῇ ἀγνωμοσύνῃ καὶ τῷ ἐλέγχῳ τοῦ σωτῆρος ἐπιστομίζοντι τὴν κακίαν. Ἐκ τῆς Γαλιλαίας , λέγει, προφήτης οὐκ ἐγήγερται. Καὶ τί ὁ εὐαγγελιστής; Ἐβόησεν ὁ Ἰησοῦς · Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ποίαν ἀκολουθίαν ἔχει πρὸς τὴν ἄρνησιν ἐκείνων ἡ ἐπαγωγὴ τοῦ ῥήματος; Ἐκεῖνοι λέγουσιν· Ἐκ τῆς Γαλιλαίας ὁ προφήτης οὐκ ἐγήγερται. Ὁ σωτὴρ ἐπάγει· Ἐγὼ εἰμι τὸ φῶς. Ποίαν ἔχει κοινωνίαν τὰ ῥήματα; Διὰ τί εἶπεν· Ἐγὼ εἰμι τὸ φῶς ; Ἐπειδὴ ἠρνήσαντο τὴν Γαλιλαίαν ὡς μὴ δυναμένην δέξασθαι τὸν φωστῆρα τῆς οἰκουμένης, λέγει· Ἐγὼ εἰμι τὸ φῶς , περὶ οὗ ἐβόα ὁ προφήτης· Γῆ Ζαβουλών , γῆ Νεφθαλίμ , ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου , Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα . Ὁ προφήτης λέγει τὸ φῶς ἐν Γαλιλαίᾳ λάμπειν καὶ ὑμεῖς ἀπηγορεύσατε τὴν Γαλιλαίαν ὡς μὴ δυναμένην δέξασθαι βλάστημα τῆς εὐσεβείας; Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ἤκουσαν οἱ Ἰουδαῖοι καὶ ἔκλαυσαν. Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Μετάβαλε τὰ ὅπλα τῆς ἀδικίας, αἱρετικέ, εἰς τὰ ὅπλα τὰ ὑπὲρ τῆς εὐσεβείας. Γενοῦ ὑπέρμαχος ὑπὲρ τῆς ἀληθείας. Μίμησαι Παῦλον τὸν κατὰ Χριστοῦ θρασυνόμενον καὶ ὕστερον ὑπὲρ Χριστοῦ ὁπλιζόμενον. Ἀεὶ γὰρ φιλεῖ ὁ θεὸς ἁρπάζειν τὰ ὅπλα τῆς κακίας καὶ ποιεῖν ὅπλα δικαιοσύνης. Οὕτω ποτὲ τὸν Μωϋσῆν ἐν τῷ οἴκῳ τοῦ Φαραὼ ὥπλισεν. Τὸν υἱὸν τῆς βασιλίδος ὑπονοούμενον λαβὼν κατὰ τῆς βασιλείας ἐστράτευεν. Οὕτω καὶ τὸν Παῦλον ὑπὲρ Ἰουδαίων μαχόμενον λαβὼν ὁ θεὸς κατὰ Ἰουδαίων καθώπλισεν. Ἐδίωκε τὸν σωτῆρα καὶ ἀθρόον δεξάμενος τοῦ πνεύματος τὴν ἐνέργειαν ἠγάπησεν ὃν ἐδίωκεν. Ἀλλ’ οὐ θέλεις μιμήσασθαι τὸν Παῦλον καὶ τὸν Μωϋσέα ; Μίμησαι τὸν Ναβουχοδονόσορ . Μὴ γίνου τοῦ βαρβάρου ἀγριώτερος. Ὁ βάρβαρος ἐκεῖνός ποτε μεθύων ἀλαζονείαν καὶ ἀγνοήσας τὸν πάντων βασιλέα καὶ ἑαυτὸν δεσπότην εἶναι νομίσας τῆς φύσεως τοὺς κατ’ εἰκόνα θεοῦ γενομένους προσκυνεῖν τὴν ἰδίαν εἰκόνα κατηνάγκαζεν. Ὡς δὲ ἠπείθησαν οἱ ἅγιοι τρεῖς παῖδες, οἱ τῇ ἁγίας τριάδος μάρτυρες , οἱ ὑπὸ τῆς ἁγίας τριάδος σκεπόμενοι, ὡς ἠπείθησαν, λέγει ὁ Βαβυλώνιος · Ἐὰν μὴ προσκυνήσητε ἵνα συντέμω, αὐτῇ τῇ ὥρᾳ ἐμβλήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ τίς θεός, ὃς ἐξελεῖται ὑμᾶς;.