Ἦλθον οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ πρὸς τοὺς φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν;. Πρόσεχε ἐνταῦθα, πῶς ἡ κακία ὑπὸ ἑαυτῆς ἀνατρέπεται. Ἀπέστειλαν οἱ ἀρχιερεῖς ὑπηρέτας ἀγαγεῖν τὸν σωτῆρα. Οἱ ὑπηρέται ναρκήσαντες πρὸς τὴν θείαν διδασκαλίαν ὑπέστρεψαν, οὐχ ὡς ἡττημένοι, ἀλλ’ ὡς αὐτοῦ τοῦ σωτῆρος ἀγωνιζόμενοι. Διὰ τί αὐτὸν οὐκ ἠγάγετε; Λέγουσιν· Οὐδεὶς ἐλάλησεν ὡς ὁ ἄνθρωπος οὗτος. Ὅρα πῶς ἡ ἀρετὴ τὴν διδασκαλίαν μεταβάλλει. Ἐδέξατο τοὺς πολεμοῦντας καὶ φίλους ἐποίησεν. Ἦλθον ὡς ἐχθροὶ τοξεύοντες καὶ ἀπεστάλησαν ὡς πρέσβεις ἀπολογούμενοι. Ἀπεκρίθησαν οἱ φαρισαῖοι · Μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν φαρισαίων , ἀλλ’ ὁ ὄχλος ὁ μὴ γινώσκων τὸν νόμον. Βλέπεις τῆς κακίας τυφλώσεις; Οὐδείς φησιν ἐπίστευσεν εἰς αὐτόν, ἀλλ’ ὄχλος ὁ μὴ γινώσκων τὸν νόμον. Ἐπισκιάζουσι τὴν ἑαυτῶν κακίαν ὡς ἀπὸ τῆς γνώσεως τοῦ νόμου φεύγοντες τοῦ Χριστοῦ τὴν διδασκαλίαν. Ὁ νόμος σέ, Ἰουδαῖε , παρασκευάζει ἀπειθεῖν τῷ Χριστῷ καὶ αἰτιᾶσαι τὸν ὄχλον ὅτι ἐπίστευσεν ὡς νόμου ἄπειρος; Καὶ μὴν θαυμάσαι ἐστὶ τοὺς νόμον ἀγνοοῦντας καὶ νομοθέτην εὑρόντας, τοὺς προφήτας μὴ ἐντυχόντας καὶ τὸν προφητευόμενον εὑρόντας. Σὺ δὲ ἀναγινώσκων τὸν νόμον οὐκ ἐπέγνως τὸν ὑπὸ τοῦ νόμου κηρυττόμενον; Οὐκ οἶδας τὸν νόμον; Οὐκ ἔγνως τὸν νόμον; Οὐχ ὁ νόμος εἶπεν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν ; Ὅρον ἔδωκεν ἀληθείας. Περιώρισε πράγμασιν ἀσαλεύτως τὴν εὐσέβειαν. Προφητεύει ἡ γραφὴ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ , ὅτι ἀμήχανόν ἐστι παύσασθαι τοὺς βασιλεῖς Ἰουδαίων , ἕως ἂν ἔλθῃ ὁ Χριστός . Ἢ τοίνυν δεῖξον τὴν Ἰουδαϊκὴν βασιλείαν μένουσαν καὶ οὐδέπω ἦλθεν ὁ Χριστός . Εἰ οὐκ ἔχεις δεικνύναι, δέξαι τὸν παραγενάμενον. Οὐκ ἐκλείψει ἄρχων καὶ ἡγούμενος ἐξ Ἰούδα , ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν . Ἔστω· οὐ παρεγένετο ἡ προσδοκία τῶν ἐθνῶν. Πῶς ἤνθησεν; Ὁ γεωργὸς οὐκ ἀπήντησε καὶ οἱ καρποὶ ἐβλάστησαν; Ἡ προσδοκία τῶν ἐθνῶν οὐδέποτε ἦλθε καὶ τὰ ἔθνη προσεκύνησαν; Ἀλλὰ πολλοὶ σοφίζονται τὸν λόγον. Οὐκ ἐξέλειπόν φησιν ἄρχοντες τῶν Ἰουδαίων . Μένουσιν οἱ πατριάρχαι τοῦ γένους τοῦ Δαυὶδ τοῦ βασιλικοῦ. Καλῶς ὁ Χριστὸς ἡ πηγὴ τῆς σοφίας· Ἐρευνᾶτε τὰς γραφὰς. Βασιλεὺς καὶ ἄρχων οὐ γίνεται κατὰ νόμον μὴ χριόμενος. Οὐ ποιεῖ τὴν διαδοχὴν βασιλέα, ἐὰν μὴ τὸ κέρας ἀλείψῃ τὸν βασιλέα. Δαυὶδ ὁ βασιλεὺς βουλόμενος καταστῆσαι τὸν ἑαυτοῦ διάδοχον οὐκ ἠρκέσθη τῇ διαδοχῇ τοῦ γένους, Ἐκάλεσε τὸν προφήτην. Λάβε μοι τὸν παιδάριον Σαλομών . Λαβέτωσαν αὐτὸν Σαδὼχ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης καὶ καταγάγωσιν αὐτὸν εἰς τὸν Σιλωὰμ καὶ χρισάτωσαν αὐτόν. Ὁρᾷς ὅτι οὐ ποιεῖ διαδοχὴ βασιλέα, ἐὰν μὴ τὸ χρῖσμα βεβαιώσῃ τὴν βασιλείαν; Ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ. Ὁ προφήτης βουλόμενος δεῖξαι καθ’ ὃν τρόπον γεγύμνωται ἡ Ἰουδαϊκὴ γῆ τῶν ἀρχόντων, λέγει· Καθήσονται ἡμέρας πολλὰς οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος αὐτοῖς ἄρχοντος οὐδὲ βασιλέως οὔτε προφητῶν. Κἂν ἄρχοντα δείξῃς, προφήτην δὲ μὴ δείξῃς, οὐ ψεύδεται ἡ ἀλήθεια; Οὐ συνιστὰς τὸ ζητούμενον ὁρᾷς, πῶς πανταχοῦ ἀποκέκλεισται τοῖς ἀντιλέγουσιν; Οὐ γὰρ ὄνομα ποιεῖ τὴν ἐξουσίαν, ἀλλ’ ἡ τοῦ θεοῦ βεβαίωσις κυροῖ τὴν ἐξουσίαν.