Ἄλλοι ἔλεγον σήμερον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης;. Ἐπισημαίνεται ἡ οἰκία πῶς ἑαυτῆς μαίνεται. Νῦν ὁ Ἰουδαῖος βουλόμενος παραγράψασθαι τὴν ἀπὸ τῆς Γαλιλαίας πρόοδον προφέρει τὴν Βηθλεὲμ εἰς ἀπόδειξιν. Οὕτω φησίν· Οὐκ ἔστιν ἀπὸ τῆς Γαλιλαίας ὁ Χριστός , ὅτι ὁ προφήτης εἶπεν· Ἐκ Βηθλεὲμ τῆς κώμης . Καὶ πῶς ἐν ἑτέρῳ τόπῳ λέγει; Οὐ οἴδαμεν πόθεν ὁ Χριστὸς ἔρχεται. Βλέπε πῶς ἡ κακία πρὸς ἑαυτὴν μερίζεται καὶ ὡς ἔλεγεν ὁ Δαυὶδ ἐψεύσατο ἡ ἀδικία. Ὁ Χριστὸς ὅταν ἔρχεται, οὐκ οἴδαμεν πόθεν ἔρχεται. Λέγει γάρ· Οὐκ ἐκ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης;. Ἢ οὐκ οἶδας ὅτι τὴν γνῶσιν ἐπαγγέλλει; Εἰ δὲ γινώσκεις, τί τὴν ἄγνοιαν προσποιεῖ; Σχίσμα δὲ ἦν ἐν τῷ ὄχλῳ. Ἐσχίσθησαν καὶ ταῖς ψυχαῖς καὶ τοῖς λόγοις, καθὼς ἔλεγε Δαυίδ · Διεσχίσθησαν καὶ οὐ κατηνύγησαν. Τινὲς δὲ ἐξ αὐτῶν ἤθελον πιάσαι αὐτὸν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. Ὅπου μὴ ἐπιτρέπει αὐθεντία, οὐδὲν ἰσχύει πονηρία. Ὅπου μὴ κλίνει αὐτὴν ἐξουσία, οὐδὲν ἐπιχειρεῖ ῥᾳδιουργία τῶν ἐπιχειρούντων. Ἠθέλησαν, ἀλλ’ οὐ κατευωδόθησαν. Ἐφύλασσε γὰρ ὁ σωτὴρ τὴν εὐκαιρίαν τῷ πάθει, ὁ φυλάσσων τῷ τύπῳ τὴν ἀλήθειαν. ᾜδει γὰρ τὴν ἡμέραν ἐν ᾗ ὁ τύπος ἐγίνετο τοῦ πάθους. Ἐν αὐτῇ δεῖ πληρωθῆναι τὴν ἀλήθειαν τοῦ πάθους. Θέλεις δὲ μαθεῖν ὅτι ἡ ἐξουσία πάντα νικᾷ καὶ οὐ κρατεῖται, ἐὰν μὴ θέλῃ; Ἠθέλησαν ὡς ἀνελεῖν, ἀλλ’ ἐσκοτίσθησαν. Ἠθέλησαν αὐτὸν πιάσαι ἐν ἑτέρῳ τόπῳ, ἐν τῷ ἱερῷ. Καὶ Ἰησοῦς ἐξῆλθε διὰ μέσου αὐτῶν κρυπτόμενος. Εἰ διὰ μέσου αὐτῶν , πῶς κρυπτόμενος; Ἠδύνατο καὶ λόγῳ ἀνατρέψαι τοὺς ἀγνώμονας. Διὰ φιλανθρωπίαν φέρει τὸ πάθος ἐπὶ τοῦ σταυροῦ. Λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Οἱ δὲ πρὸς αὐτόν· Ἰησοῦν τὸν Ναζωραῖον . Λέγει· Ἐγώ εἰμι. Καὶ ἔπεσαν εἰς τὰ ὀπίσω πάντες. Εἷς λόγος ἀνέτρεψεν. Ἀπειλὴ οὐκ ἀνέτρεψεν. Ὁ ἀπόστολος διὰ τοῦτο, ὁ γενναῖος ἐκεῖνος τῆς ἀληθείας κήρυξ, τὸ σκεῦος τῆς ἐκλογῆς , ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν , εἰδὼς τῆς ἐξουσίας τὴν αὐθεντίαν καὶ ὅτι οὐ πονηρία ἔγραφε τὴν ἐξουσίαν, ἀλλ’ ἡ ἀξία συγκατέβη τῇ φιλανθρωπίᾳ, λέγει· Καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν .