Πάλιν Ἰουδαϊκὴ κακία κατὰ τῆς δεσποτικῆς αὐθεντίας στρατεύεται· πάλιν τῶν ἀντιλεγόντων ἄνοια κατὰ τῆς τοῦ σωτῆρος σοφίας θρασύνεται· πάλιν Ἰουδαῖοι ἀντιλέγουσι τῷ σωτῆρι, καὶ οἱ παλαιοὶ καὶ οἱ νέοι, παλαιοὶ μὲν ἐκεῖνοι οἱ τὸ σῶμα σταυρώσαντες, νέοι δὲ οἱ κατὰ τῆς θεότητος τὴν γλῶτταν ἀκονήσαντες . Οἱ μὲν τὸ δεσποτικὸν σῶμα τῷ σταυρῷ προσέπηξαν, οἱ δὲ τὴν ἄκτιστον φύσιν κτίσματι προσήλωσαν· πλὴν ὡς ἐν παραθέσει κακίας ἀνεκτότερα τὰ κακὰ Ἰουδαίων . Ἄλλο γὰρ βασιλικὴν ἐσθῆτα διαρρῆξαι καὶ ἄλλο αὐτὸν τὸν βασιλέα τῆς δόξης ὑβρίσαι. Ἰουδαῖοι ἐθαύμαζον περὶ τοῦ σωτῆρος, πῶς γράμματα οἶδε μὴ μεμαθηκώς. Οὐκ ἔλεγον ὅτι Ἀγνοεῖ , ἀλλ’ ἐθαύμαζον, πῶς γράμματα οἶδε μὴ μεμαθηκώς. Ἐκεῖνοι ὁμολογοῦσιν ὅτι οἶδεν, αἱρετικοὶ ἀρνοῦνται ὅτι οὐκ οἶδεν. Ἐλέγξατο αὐτοὺς ὁ μακάριος Δαυὶδ μαρτυρῶν τὴν γνῶσιν τῷ σωτῆρι, τήν τε ἐπὶ τοῖς προλαβοῦσι καὶ ἐπὶ τοῖς μέλλουσι· Σὺ ἔγνως ἐπὶ γῆς πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Ἀλλὰ τί φησιν ὁ αἱρετικός; Περὶ τοῦ σωτῆρος ἔλεγε· Σὺ ἔγνως ἐπὶ γῆς πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· Σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ’ ἐμέ. Ὁμολογοῦσι δὲ καὶ οἱ αἱρετικοί , ὅτι οὕτω τὰ πάντα τῆς θεότητος, οὐχ ὅτι ὁ υἱὸς τὸ πᾶν ὅσον εἰς δύναμιν, ἀλλ’ ὅσον εἰς πρόσωπον. Οὐδὲ γὰρ δύνανται ἀναιρεῖν τὸν ὄντως ὄντα. Ἄκουε Παύλου λέγοντος· Ἐὰν ἀρνησώμεθα, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Ἀλλ’ οἱ μὲν τὸν πατέρα ἀπαρνησάμενοι ἀπῃσχύνθησαν τῆς ζωῆς. Ἐκτὸς ἐγένοντο τοῦ φωτός, ἀπεστερήθησαν τῆς ζώσης πηγῆς. Πρὸς δὲ τοὺς διψυχοῦντας αὐτοῦ τὴν θεότητα βοᾷ σήμερον καὶ διὰ παντός· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με. Τίς γὰρ εἶ, ἵνα ἔλθωμεν οἱ διψῶντες πρός σε; Ἐγώ εἰμι πρὸς ὃν ἐβόων οἱ προφῆται· Ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω · ἐδίψησέ σε ἡ ψυχή μου, πρὸς τὸν θεὸν τὸν ἰσχυρόν . Εἴ τις διψᾷ, ἐρχέσθω πρός με. Καὶ πότε ταῦτα λέγει; Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς τῶν Ἰουδαίων . Ἡ γὰρ τοῦ σωτῆρος παρουσία ἐσχάτη μὲν περιώρισε τὰ Ἰουδαϊκά · ἀρχὴν γὰρ ἐδίδου τοῖς εὐαγγελικοῖς καὶ περιέγραφε μὲν τὰ ἀρχαῖα, εἰσήγαγε δὲ τὰ νέα. Ὅθεν καὶ ἐν τῇ ἀναστάσει τοῦ σωτῆρος βουληθεῖσα δεῖξαι ἡ γραφή, πῶς τὰ μὲν παλαιὰ διαλύεται, τὰ δὲ νέα ἀνθεῖ καὶ εἰς εὐπρέπειαν πρόεισιν Ἀνέστη φησὶν ὀψὲ σαββάτων ποτέ. Ἐκεῖνο γὰρ τὸ σάββατον περιώρισε πάντα τὰ σάββατα. Ἀλλ’ ὀψὲ σαββάτων · σαββάτων τὸ τέλος ἦν ἐκεῖνο τὸ σάββατον. Οὐκ εἶπε διαδεχομένης μιᾶς σαββάτου, ἀλλ’ ἐπιφωσκούσῃ. Δείκνυσι τὸ φῶς τῶν σαββάτων. Ἡ γὰρ ἀνάστασις, μᾶλλον δὲ ὁ τοῦ Χριστοῦ θάνατος, παρὰ μὲν Ἰουδαίοις ὡς θάνατος ᾄδεται, παρὰ δὲ τοῖς ἔθνεσι τὸ φῶς τῆς ἀναστάσεως ἐκλάμπει. Ὅθεν καὶ ἡ παλαιὰ μερίζει αὐτοῦ τοῦ θανάτου τὴν ἐνέργειαν Λέγει γὰρ ἐκ προσώπου αὐτοῦ ὁ προφήτης· Ἰδοὺ τέθηκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Διαθήκη ὄνομα θανάτου, φῶς ἑρμηνεία τῆς ἀναστάσεως. Ἐπεὶ οὖν παρὰ Ἰουδαίοις θάνατος ᾄδεται, παρὰ δὲ τοῖς ἔθνεσιν ἀνάστασις κηρύττεται, προλαβὼν ὁ προφήτης ἐμέρισε τοῦ λόγου τὴν θεωρίαν, τῷ μὲν γένει, τουτέστι τῷ Ἰουδαϊκῷ, τὴν διαθήκην ἐφαρμόσας, τοῖς δὲ ἔθνεσι τὸ φῶς συζεύξας.