Τ οῖς τῆς γῆς βασιλεῦσιν, ὁ μὲν ὡς ἀγροῦ κτήτωρσίν τε λειτουργίαν· ὁ δὲ ὡς ἐξ ἀρ γυροῦ χρηματιζόμενος· ὁ δὲ μόλιβδον ἔχων. καὶ χαλκὸν ἐμπορίαν· ὁ δὲ ὡς ἐξ ὀπώρας ἀρ γυριζόμενος· καὶ ὅ λως ἐκ τῶν ὄντων ἑκά στω τῆς λειτουργίας ἡ πλήρωσις· τοιαύτης καὶ τῷ βασιλεῖ τῶν ὅλων· τῆς ἐκλόγων λει τουργίας ὀφειλομένης· ὁ μὲν ὡς σοφίας κτή τωρ, εὐπορωτέραν τὴν τοῦ λόγου συντελεῖ λειτουργίαν· ὁ δὲ ὡς εὐγλωττίας ἐλάττονος, ἔμπορος· ὁ δὲ ὡς πέντε λόγους ἐν τῷ νοῒ πε ριφέρων· ἀφ’ ὧν ἔχει γὰρ ἕκαστος τοῦ λόγου χρεώστης τὴν συντελείαν· τοῦτο με πρὸς τὸ λέγειν θαρρύ νει· ὅτι καὶ πένης τῷ κτίστῃ, δεκτὸς εἰς συν τελείαν· οὐ γὰρ ἵνα πλουτίση· τὴν τῶν λό γων ἀπαιτεῖ λειτουργίαν, ἀλλ’ ἵνα ποιήσηται μισθοὺς, ἀνθ’ ὧν δέδωκεν· οὐδεὶς γὰρ ἂν δύναι το τηλικοῦτον ἀντιδοῦναι τῷ θεῷ θῷ χαριστήριον· ὅπερ εἰς ὃν τοῖς δεδωμένοις ἐστὶν· τίνα γὰρ ἂν δοίης, ὑπὲρ ὧν ἔσχες ἀντίδωσιν· χρη χρημάτων δωρεὰς προσ κομίσεις· ἀλλὰ αὐτοῦ πᾶς ὁ τῆς κτήσεως πλοῦτος, ἐπαίνοις τὸν εὐεργέτην κομίσεις· καίτοι τῷ πατρὶ πρι τῆς δόξης ἐκ τῶν σῶν ἐπαίνων ὠφέλιμα, θάνατον ὑπὲρ αὐτοῦ παραδέξη· ἀλλὰ καὶ τοῦτο παθῶν σαυτῷ τὴν διὰ τοῦ θανάτου παρέσχες· οὐκ αὐτῷ παρρησίαν· λοιπὸν ἄρα τῇ φύσει τὰ τοῦ προφήτου βοᾶν· τί ἀνταποδώσω τῷ κυρίῳ κῷ · περὶ πάντων ὧν ἀνταπέδωκέν μοι· ἀλλ’ ὅμως κἂν ῥῆμα τὸ λειτουργούμενον, ἡ θεοφιλία δὲ, τῷ λεγομένῳ· προσηλώσεις φορὰ δαψιλὴς ἐκ παράδεκτος τῷ δεσπότῃ· καὶ ῥήσεις λόγους ὁ πηλόχριστος τυφλὸς, τῷ θεῷ θῷ λειτουργήσας λόγους· οὐκ ἐξ ἀττικῆς εὐγλωττίας, ἀλλ’ ἐκ γνώ μης εὐσεβοῦς συγκειμένους· ὡς μάρτυς ἐν δικαστηρίω τιμηθεὶς τοῖς εὐαγγελίοις περί φημος· καὶ γὰρ ζέοντος μάρτυρος, ἀνδραγα θείαν ὑπὲρ χριστοῦ χυ παρεδείκνει· ἁρπαζόμενος εἰς κρίσιν καὶ μὴ καταπληττόμενος· κυκλούμενος κινδύνοις καὶ θαρρυνόμενος· βαλλόμενος ἀ πειλαῖς· καὶ ἰῶν ἤρξατο φόν ω ο ν· οὐ μετα βαλλόμενος· πεπυρωμένοις δικασταῖς ἀν τιζέων· ὠθούμενος εἰς σιγὴν· καὶ στομούμενος σπεῦσαισιν· ἐρωτημάτων στραγγαλιὰς ἐκλύων εὐ τόξοις· ὑπὸ πάντων ἀποκρίσεσιν· τάξιν ἔ χων κρινομένου· παρρησίαν δὲ κρίνοντος· κρῖ νον μᾶλλον τοὺς κρίνοντας· α ἱ παρ’ ἐκείνων κρι νόμενος· εἰσῆλθεν εἰς ἐξέτασιν πρώτην· καὶ τὴν πρὸς ἐκείνους ἐξῆλθεν νικήσας διάγνω σιν· δεύτερα γυμνασία τῆς νίκης· καὶ μετὰ μαρτύρων πάλιν, τῷ τυφλῷ νικητήριον· αὐ τῶν τῶν ἀντιδίκων τῆ ς ν δίκη ς ν , τῷ τυφλῷ παρασχομένων τοὺς μάρτυρας· ἐφώνησαν γὰρ φησὶν τοὺς γονεῖς τοῦ ἀναβλέψαντος· καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὕτως ἐστὶν ὁ υἱός ὑμῶν; εἰς ἀμφιβολίαν τοὺς γονεῖς ἐκαλοῦντο, πρὸ πλάνην τοῦ παιδὸς, προσφέρουσιν, ὡς ἐπ’ ἀμφι βόλα. προτιθέασιν σκέψιν· ἵνα οἱ τοῦ τυφλοῦ δελεασθέντες γονεῖς· ὡς παρεγνωρισμένην κα ταμανθάνοντες μορφὴν· βραδύτερον τὴν ἀπόκρι σιν δοῖεν· τοῦτο δὲ γεγένηται τούτοις παρα γραφῆς ἀφορμῆ· ὡς οὐκ ἂν δεηθέντων ὑπερυ πῆρχον γονεῖς εἰς τὸν υἱὸν διασκέψεως· ἀλ λ’ εὐθὺς ἂν ταχείαν τὴν ἀπόκρισιν δόντων, τὸ τοῦδε τὸ μετ’ αὐτὸ πονηρότερον· οὕτως ἐστὶν φη σὶν ὁ υἱὸς ἡμῶν ὃν ὑμεῖς λέγεται, ὅτι τυφλὸς ἐγεννήθη· τῆ τούτου λέγεται λέξει· τὴν τῶν γονέων μαρτυρίαν προδιαβάλλουσιν· ὡς ἔλεγον τὸν γεγεννηκέναι τυφλὸν· οὐκ ἀληθῶς γεννησάντων, τοῖς μὴ γεννήσασιν; ὢ φαρισαῖοι· τυφλὸν τῆς ὠνίσης τυφλοῦ παιδὸς, ἀναπλά ττεσθαι γέννησιν, ἡ τῷ μὴ γεννηθέντι τυφλῷ τί τὸ κέρδος· ἀνάβλεψιν θρυλῆσαι πηρώσεως; ἀλλ’ ὅμως ὑποπτευέσθω τὸ θαῦμα· πολυπραγ μονείσθωσαν κακούργως οἱ μάρτυρες· ἐξετα ζέσθω τὸ πρᾶγμα· κακο τ χ εχνότερον, ἵνα τῆς ἀληθείας ἀπηρτισμένης, δράμη διὰ πάν των ἡ βάσανος· τίνες οὖν, αἱ τῶν μαρτύρων φωναὶ· πρὸς τὸ τοῦ κέρδους εὐθύβολοι τέχνημα· ἐπειδὴ γὰρ ὡς ἐπ’ ἀμφιβόλοις οἱ κριταὶ διη ρώτων· οὕτως ἐστὶν ὁ υἱὸς ἡ ὑ μῶν, ὃν ὑμεῖς λέγε ται· ὅτι τυφλὸς ἐγεννήθη· ἀναμφίβολον ἀντι φθέγγονται γνῶσιν, οἴδαμεν ὅτι οὕτως ἐστὶν ὁ υἱός ἡμῶν. καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐ τὸν ἐρωτήσατε· αὐτὸς περὶ αὐτοῦ λαλήσει· ὢ γονέων καὶ τέκνου· τὴν ὑπὲρ χριστοῦ χυ δίκην πρὸς ἑαυτοὺς μερισαμένων· οἵ μὲν γὰρ γονεῖς ὁμο λόγουν τὸ πάθος· ὁ δὲ τεχθὴς, ἐβόα τὴν ἴασιν· στενὰ πάντο θ τ εν τῷ φθόνῳ· ἀμφίβληστρον ἄν. συνοχῆς φαρισαίοις ἐλέγχων παρεκάτερα· φόβος εἶχοντο λογισμοῖς κεκρυμμένοις· ἐκί νουν ἑαυτοῖς βουλευτήριον ἐξαμφοῖν· συνειλήμ μεθα διχόθεν· ἐάλωμεν τὸ πάθος· ἐμαρτύ ρουν· ἡ ἀνάβλεψις πρόδηλος· εἰ πιστεύειν τοῖς εἰρημένοις ἀνάγκη· ο ἱ πρὸς τὰ βλεπόμενα μα χομένους γελᾶσθαι· τί οὖν συνθώμεθα, τῆ πρά ξει τοῦ θαύματος· τὸν δὲ τοῦ θαύματος ἔργά την· ἀλλάξωμεν τὸ τοῦ θεοῦ θυ παρεμβάλλοντες ὄνομα· εἴπομεν τῷ τυφλῷ· καθυφέντες· ἀ ναδεδεῖξαι σαφῶς μὴ ψευδόμενος· ὁμο λογοῦμεν συν σοὶ τὴν ἀνάβλεψιν· οὐκ ἐγκα λοῦμεν ὡς ψευδομένω λοιπὸν· ἓν δὲ σοὶ πα ραινοῦμεν συμφέρον· μὴ τοῦτο τὸ συμβάν ἀνατίθει· ἀλλὰ δὸς δόξαν τῷ θεῷ θῷ · ἡμεῖς οἴ δαμεν ὅτι ὁ ἄνθρωπος ἄνος οὕτως, ἁμαρτωλός ἐστιν. εὐ σεβεῖ προσώπω· δυσσευῆσαι τὸν πιστὸν κο λακεύουσιν· φήσασθαι καὶ τοῦ σαββάτου τυφλοὶ· καὶ μὴ ταχέως ᾧ οὕτως τῆς εἰς ἐ κείνω φιδοῦς ἐπιλαθέσθαι· οἱ γὰρ τοῦ σαββά του πρὸ μικροῦ κηδεμόνες, οἱ κατὰ τοῦ ἰατροῦ· δια τοῦτο κεκραγῶτες· οὕτως ὁ ἄνθρωπος ἄνος οὐκ ἔστιν ἀπὸ τοῦ θεοῦ θυ · ὅτι τὸ σάββατον οὐ τηρεῖ· νῦν ἀποφάσει τοῦτο παραλύουσι θεία· καὶ δό ξης θείας ἄξιαν τὴν παράλυσιν κρίνουσιν, καλεῖται· οὐ γὰρ παρ’ ἡμῶν ἡ τῶν σαββάτων τιμῆ, πρῶτον μὲν γὰρ τὸν τυφλὸν εἰς τὴν τῶν σαββάτων λοιδορίαν ἐγείρετ ε · διδάσκετ ε γὰρ αὐτὸν, πρὸς τὸν θεὸν θν ἀναβοᾶν· δόξα σοι τῷ τὴν τῶν σαββάτων ἀνατρέψαντι τήρησιν· τῶ δείξαντι τῆς ἐν τούτων ἀργίας· πηλουρ γίαν χρησιμωτέραν· εἰ παρέμεινεν τὸ σάββατον ἄλυτον, ἐδεδέμην ἂν ἐγὼ τῆ τυφλότητι· ἀλ λ’ ἡ θεότης ἐκ πολλοῦ μὴ τὸ σάββατον παραλύων ἐπέστη· καὶ γὰρ ἂν εἶδον ἐκ πολλοῦ τὴν ἀκτί να, ταῦτα λέγειν τῷ τυφλῷ παραινεῖται δοξάσαι τὸν θεὸν θν συμβουλεύοντες· εἰ δὲ δὴ καὶ δοίη τίς τὸν τοῦ θαύματος ἐργάτην ἁμαρτολόν, ὡς φαταί. μὴ μόνον εἰς τὸ σάββατον ὕβρεις· ὅτιπερ ἁμαρ τωλῶ πρὸς παράλυσιν εὔδοτον, ἀλλὰ καὶ τὸ σάββατον ἡτίμασαν ἄκοντες· καὶ τὸν σκοπὸν οὐ κατόρθωσαν· τὸν γὰρ τυφλὸν οὐ μετέπεισαν. ἀλλ’ ὥσπερ τίς παιδίων διδάσκαλος τὰς ἐσφαλ μένας τῶν φωνῶν συλλαβὰς ἐπανορθοῦν· τὴν μὲν οὖν πρώτην παρεδέξατο ῥῆσιν· καὶ τὸ δός τῷ θεῷ θῷ δόξαν· ὡς οὐ χρήζων διορθώσεως· εἰλα βόμενος δὲ τῆς τελευταίας φωνῆς, ἔπλεκεν συλλογισμὸν ἐξ ὧν ἤκουσεν· τῶν γὰρ φαρισαίων πρὸς αὐτὸν εἰρηκότων· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος ἄνος οὕτως ἁμαρτωλός ἐστιν· τῆς τούτου οἴδαμεν δρα ξάμενος λέξεως· δικαιολογία ἐξ αὐτῆς μετασα λεύει· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω· ἐπειδή φησιν, εἰδέναι τὸν ἰατρὸν ἰσχυρίζεσθαι, ἀφ’ ὧν οἴδαμεν ἀμφότε ροι κρίνωμεν· δῶμεν ἀλλήλοις ὃν λέγωμεν σύμβολα· ὑμεῖς τοῦτον ἁμαρτωλὸν ὀνομάζεται ἂν; δῶτε τὰς ἀποδείξεις, ἐπείσθην. ἐγὼ δὲ δίκαιον τοῦτον καὶ σωτῆρα σρα κηρύττω δεικνύων τοὺς ὀφθαλμοὺς, καὶ δικά σαται. οὐ συνηγορῶ διὰ ῥημάτων αὐτῷ· οὐ κη ρύττω τῇ γλώττῃ τὸν ἰατρὸν· κλείων τὸ στόμα, τοῖς ὀφθαλμοῖς διαλέγομαι· σὺ λέγω. πῶς ἄκλητος προσαιτοῦντι παρέστη· οὐ κηρύττω τὴν χωρίς παρακλήσεως χάριν· οὐ πομπεύω τῆς πηλουρ γίας τὸ ξένον· οὐ διεξέρχομαι τὸ τοῦ πάθους ἐν ἐμοὶ συνοικήσιον· οὐ φέρω νῦν εἰς μνήμην τὸν σιλωὰμ· τῷ παρὰ τούτῳ πηλῶ πρὸς ἀνάβλεψιν, συνκηρασθέντα τυφλοῦ· οὐ δημοσιεύω τὴν ἀκόμπαστον ἰάσιν· οὐ τραγωδῶ· πῶς μέ πέμψας εἰς σιλωάμ. οὐ παρέμεινεν· ἵνα βλέπων ἐπανελθὼν προσκυ νήσω· πᾶσαν παρατρέχων μακρολογίαν· σύν τομον ἀντιφθέγγομαι ῥῆσιν· οὐδὲν ἄλλο πλὴν ἐντό νως ἐκβοήσω· τυφλὸς ὢν, ἄρτι βλέπω· κρύπτει τίς ἡ τῶν ἐλέγχων πλήττει· τοῦτο γὰρ τῶν ῥημάτων τὸ βούλημα· ὅτι φησὶν βλέπω· νῦν μαρτύρων οὐ χρή ζεται· ὅτι δὲ τυφλὸς ἐτέχθην προσεδέξασθαι μάρτυρας· ἀρκεῖ μοι τοῦτο πρὸς ὑμᾶς φαρισαῖοι· ὣ δικαιολογίας ἐν συντομία πολλῆς· ἀλλὰ γὰρ λάλους καὶ ἡμᾶς ὁ τυφλὸς ἀπεργάζεται· καὶ πλέκων λόγους ἐκ λόγων· παρασύρει πρὸς λόγους· ἀλλάξωμεν τοῦ δρόμου τὸν λόγον· ἀνακρούσωμεν τῆς γλώττης τὰς ἠνίας· εὐγνωμοσύνην δὲ τῷ τυφλῷ συ νερίσομαι τοῖς ὑπὲρ τῆς ἀληθείας· κοινωνῶ μὲν ἐνστάσεως θεοπρεπὴς· φιλοσοφῶμεν ἀγῶνας εὐσεβέσιν· ἀγῶσιν συνισαζώμεθα· παρρη σίαν δεικνύωμεν εὔκ αι ε ρον· ἅπας τῆς ψυχικῆς ὁ κόσμος· ἀναβλέψας τυφλότητος· τοῖς νε κρὸν ἀποκαλοῦσι χριστόν χν · ἐκβοάτω· εἰ νεκρὸς ἐστίν, οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν :-