Ἀλλὰ θεὸς ἐπετίμα τῇ τοσαύτῃ ὀλιγοπιστίᾳ. Ἡ γὰρ τοιαύτη πίστις ὑστερεῖ καὶ ἐλλειπής ἐστιν. Ἔστι γὰρ πιστεῦσαι καὶ ἐλλειπῶς πιστεῦσαι. Διὰ τοῦτο ὁ ἀπόστολος, εἰδὼς ὅτι ἐστὶ πίστις ἐλλειπὴς καὶ ἐνδεής, λέγει Ῥωμαίοις· Ἵνα ἐλθὼν ἀναπληρώσω τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Ἔστι οὖν καὶ πιστεῦσαι καὶ ὑστερεῖν πρὸς τὸ ἄκρον τῆς πίστεως. Ἔστι τοίνυν ἡ ὀλιγοπιστία τὸ μικρόν τι περὶ θεοῦ νοεῖν, οἷον ὀνειδίζει ὁ σωτὴρ τῷ Πέτρῳ εἰσελθόντι εἰς τὴν θάλατταν καὶ μετὰ πίστεως βαδίσαντι καὶ μετὰ ταῦτα διστάσαντι. Διό φησι πρὸς αὐτόν· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;. Οὐκ εἶπεν Ἄπιστε, ἀλλ’ Ὀλιγόπιστε. Ὀλίγην γάρ τινα πίστιν ἐνεδείξατο. Τὰ μὲν γὰρ πρῶτα ὡς εἶδε τὸν σωτῆρα πεζεύοντα ἐν τῇ θαλάττῃ καὶ τὴν θάλατταν ὑπο στρώσασαν τὰ κύματα καὶ τὰ ἑαυτῆς ἁπλώσασαν νῶτα τοῖς βήμασι τοῖς δεσποτικοῖς, ἐννοήσας τὸ τοῦ Δαυὶδ λόγιον τὸ λέγον· Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται , λέγει πρὸς τὸν ἑαυτοῦ σωτῆρα · Κύριε, εἰ σὺ εἶ, ἐπίτρεψόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα . Ἐπέτρεψεν ὁ δεσπότης, ἠκολούθησεν ὁ οἰκέτης, καὶ εἰσῆλθεν ἐπὶ τοῦ νώτου τῆς θαλάσσης ἄνθρωπος. Εἶτα ἡ θάλασσα διήγειρεν αὐτῆς τὰ κύματα, μᾶλλον δὲ ἄνεμος σφοδρὸς ἐμβαλὼν τοῖς ὕδασιν ἐκταράττει τῆς θαλάσσης τὰ κύματα καὶ πᾶσαν αὐτῆς ἐθόλωσεν τὴν ἐπιφάνειαν. Ἐσαλεύθη ὁ οἰκέτης καὶ ἤρξατο καταποντίζεσθαι, οὐ τῷ σώματι πρῶτον κινδυνεύσας, ἀλλ’ ὀλιγοπιστίᾳ βαπτισθείς. Εἶδεν τὴν θάλασσαν μανεῖσαν καὶ τοὺς ἀνέμους ταραττομένους καὶ τῆς προτέρας πίστεως ἐξελθὼν ἔμελλε καταποντίζεσθαι. Καὶ καλεῖ τὸν σωτῆρα · Κύριε, βοήθει μοι. Ὁ δὲ πρὸς αὐτόν· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; . Καὶ μὴν οὐκ ἦν οὐδὲ τὸ πρῶτον ἀπιστίας. Τὸ γὰρ εἰπεῖν· Εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν ἐπὶ τὰ ὕδατα , γνωρίζοντος ἦν τὴν ἀξίαν τοῦ κελεύοντος, καὶ τὸ καταποντιζόμενον μὴ πρὸς ἕτερον ἰδεῖν ἀλλὰ τὴν παρ’ αὐτοῦ βοήθειαν ἐπιζητῆσαι καὶ εἰπεῖν· Κύριε, βοήθει , οὐκ ἀπιστοῦντος, ἀλλὰ πιστεύοντος. Κατηγορεῖ τοίνυν αὐτοῦ τὸ εὐαγγέλιον, οὐκ ἐπειδὴ ἐκάλεσεν τὸν δεσπότην, ἀλλ’ ἐπειδὴ ἐνόμιζεν καταποντίζεσθαι τοῦ δεσπότου παρόντος. Διὰ τί , φησι, μετὰ τὴν ἐμὴν ἐπιτροπήν, μετὰ τὸ ἐμὸν νεῦμα, ἐφοβήθης τὴν θάλατταν; Ἐγὼ ἐπέτρεψα Ἐλθέ , καὶ ἐνόμισας τὸν ἄνεμον ἰσχυρότερον εἶναι τῆς ἐμῆς ἐπιταγῆς; Ἐφοβήθησέ σε ἄνεμος ὡς ἰσχυρότερος τοῦ ἐμοῦ νεύματος; Οὐκ ἐγώ εἰμι ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων ; Ἀλλ’ ἡ θάλαττά σε πτοεῖ; Ἐγώ εἰμι ὁ ἀπειλῶν τῇ θαλάσσῃ καὶ ξηραίνων αὐτήν . Τί τοίνυν φοβεῖ τὴν κτίσιν τοῦ κτίστου παρόντος; Ἀλλ’ ἴσως ἐρεῖ καὶ ὁ Πέτρος· Διὰ τί οὖν, κύριε, σοῦ παρόντος ἐτόλμησεν ἡ θάλαττα στασιάσαι; Διὰ τί σοῦ παρόντος ἤγειρε κύματα; Ἐστασίασεν ἡ θάλαττα, Πέτρε , οὐ Χριστοῦ καταφρονήσασα, ἀλλὰ σε δοκιμάζουσα. Ἀεὶ γὰρ ἡ θάλαττα παιδαγωγὸς ἐγένετο τῆς ἀπιστίας τῶν μαθητῶν . Εἰσῆλθε τότε ὁ σωτὴρ εἰς τὴν θάλασσαν, εἰσῆλθεν οὐ πεζεύων ἀλλὰ πλέων. Ὅτε γὰρ βούλεται γνωρίζει τὴν ἀξίαν, ὅτε βούλεται πληροῖ τὴν οἰκονομίαν. Περιεπάτησεν ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ ἐδάφους , εἰσῆλθεν ἐν πλοίῳ ὡς ἄνθρωπος· καὶ οὐκ ἐπέβη μόνον τῷ πλοίῳ ἀλλὰ καὶ ἐκάθευδεν ἐν τῷ πλοίῳ. Ἡ ἄυπνος φύσις ἐκάθευδεν ἐν πλοίῳ; ὁ κοιμίζων κύματα ἐκάθευδεν ἐν πλοίῳ, περὶ οὗ ἔλεγεν ὁ προφήτης· Ἰδοὺ οὐ νυστάζει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ . Εἰσῆλθε καὶ ἐκάθευδεν· καὶ ἡ θάλασσα πάλιν ἤγειρεν τὰ κύματα, οὐ τοῦ δεσπότου καταφρονοῦσα, ἀλλὰ τὴν ὀλιγοπιστίαν τῶν μαθητῶν ἐλέγχουσα, ὀλιγοπιστίαν λέγω τὴν πρὸ τῆς τελειώσεως. Μηδείς μου τῆς φωνῆς λαμβανέσθω. Οὐ γὰρ τῶν ἀποστόλων κατηγορῶ, ἀλλὰ τῶν ἀποστόλων τὴν ἀσθένειαν ἐλέγχω, ἵνα μετὰ ταῦτα τῶν ἀποστόλων τὴν δύναμιν γνωρίσῃς. Ἄλλο γὰρ Σίμων ὁ ἁλιεύς, ἄλλο Πέτρος ὁ ἀπόστολος· ἄλλο Ματθαῖος ὁ τελώνης, ἄλλο Ματθαῖος ὁ εὐαγγελιστής. Γνώριζε πρῶτον τῶν ἁλιέων τὴν εὐτέλειαν καὶ τότε θαύμαζε τῶν ἀποστόλων τὴν μεγαλοπρέπειαν. Ἐγείρει αὐτῆς ἡ θάλαττα τὰ κύματα. Ἐκινδύνευον καὶ ἐχειμάζοντο. Καὶ παρῆν ὁ ἐπιτιμῶν τῇ θαλάσσῃ καὶ οὐκ ἐπετίμα. ᾜδει γὰρ αὐτὴν ὡς καλὴν παιδαγωγὸν τοὺς μαθητὰς γυμνάζουσα ἐν κινδύνῳ. Καταστάντες οὖν ἔβλεπον ὡς ἄνθρωπον καθεύδοντα καὶ παρακαλοῦσιν ὡς ἄνθρωπον λέγοντες· Ἐπιστάτα, ἀνάστα, σῶσον, ἀπολλύμεθα. Ἐπιστάτην καλεῖς; Διὰ τοῦτο ἡ θάλασσα ἀγανακτεῖ· διὰ τοῦτο κατὰ σοῦ στασιάζει, ἐπειδὴ τὸν δεσπότην ἀκμὴν οὐ γνωρίζεις, ἀλλ’ ἐπιστάτην καλεῖς, λέγων· Ἐπιστάτα . Ἢ τοίνυν σύστειλον τὴν φωνήν, ἢ οὐ συστέλλω τὰ κύματα. Ἐπιστάτα, ἀπολλύμεθα. Διεγείρεται μὲν ὁ κληθεὶς ἐπιστάτης, ἀναδειχθεὶς ὡς δεσπότης. Καὶ τὶ πρὸς αὐτούς; Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Βλέπε πῶς πανταχοῦ ἐπιτιμᾷ τῷ μὴ γνωρίζοντι τὴν ἀξίαν. Διὰ τὶ ἐπιστάτην καλεῖς; Εἶδόν σε, φησί, καθεύδοντα καὶ ὡς ἀνθρώπῳ προσῆλθον. Εἶτα ἐπειδὴ εἶδες καθεύδοντα ἠγνόησας τὴν ἄυπνον ἀξίαν. Οὐκ ἐδύνω εἰπεῖν ὡς ὁ Δαυίδ · Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς κύριε; . Διὰ τί κύριον οὐκ ἐκάλεσας, ἀλλ’ ἐπιστάτην ὡς κοινὸν διδάσκαλον; Εἰ ἐπιστάτην καλεῖς, βοήθειαν ζητεῖς. Ποῖος ἐπιστάτης δύναται κοιμίσαι κύματα; Ποῖος ἐπιστάτης δύναται ἐπιτιμῆσαι χειμῶνι θαλάσσης; Εἰ ἐπιστάτην νομίζεις, ἔασον καθεύδειν τὸν ἐπιστάτην. Εἰ δὲ θεὸν καλεῖς, γνώριζε τὴν ἀξίαν καὶ δέχου τὴν βοήθειαν.