Ἀλλ’ ἐκείνοις μὲν ἐπιτιμᾷ διὰ τὴν ὀλιγοπιστίαν, τῇ δὲ θαλάσσῃ κελεύει διὰ τὴν αὐθεντίαν. Καί φησι τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. Ὁμοῦ προῆλθεν ὁ λόγος καὶ ἡ θάλασσα ἐπέγνω τὸ πρόσταγμα. Ἐκελεύσθη σιωπᾶν καὶ ἐσίγησεν. Ἐκελεύσθη ἠρεμεῖν καὶ οὐκ ἀντεῖπεν. Τοῦτο, οἶμαι, προοιμιαζόμενος, μᾶλλον δὲ προαναφωνῶν καὶ ὁ μακάριος Δαυὶδ ἔλεγεν ἐν τῷ ἑκατοστῷ ἕκτῳ ψαλμῷ , τὴν ἀποστολικὴν διαγράφων εἰκόνα καὶ τὸν ἐν τῇ θαλάσσῃ χειμῶνα· Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, οἱ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Ἐνίοτε τὸν ἀκροατὴν συναρπάσας τις τῶν ἐναντίων λέγει· Τὰ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ὁ Δαυὶδ διηγεῖται θαύματα, ἅπερ εἶδον οἱ Ἰσραηλῖται πεζεύοντες ἐν τῷ βυθῷ, ὅτε ὕδατα εἰς τεῖχος ἐπήγνυτο, ὅτε ὁ Φαραὼ κατεποντίζετο καὶ Ἰσραὴλ ἐσώζετο. τότε, φησίν, οἱ καταβαίνοντες εἶδον τὰ θαύματα ἐν τῷ βυθῷ. Ἀλλ’ ἐλέγχει αὐτοὺς τὸ προοίμιον Οἱ γὰρ υἱοὶ Ἰσραὴλ πεζεύσαντες εἰσῆλθον, ἐνταῦθα δὲ οὐ τοὺς πεζεύοντες λέγει, ἀλλὰ τοὺς πλέοντας. Διό φησιν· Οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις , καὶ τὸ ποιοῦντες δὲ ἐργασίαν , οὐδὲν ἕτερον σημαίνει ἢ τὴν ἐπιστήμην τῶν ἁλιέων. Οἱ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς , ἀντὶ τοῦ Οἱ ἁλιεῖς, αὐτοὶ εἶδον τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Ποῖα θαυμάσια; Εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος . Ἐνταῦθα δείκνυσιν ὅτι κατὰ πρόσταγμα θεοῦ ἐκινήθη ἡ θάλασσα. Οὐ γὰρ ἂν ἐπεμάνη τοῖς μαθηταῖς τοῦ δεσπότου μὴ βουλομένου. Ὑψώθη τὰ κύματα αὐτῆς. Καὶ οἱ ἀπόστολοι τί; Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποία σοφία; Ἡ πίστις. Κατεπόθη ἡ σοφία ἀπὸ τῆς ὀλιγοπιστίας κατασχεθεῖσα, καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς. Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Καὶ τί μετὰ τοῦτο; Τὸ εὐαγγελικὸν ἐκεῖνο πρόσταγμα· Σιώπα, πεφίμωσο. Βλέπε πῶς προαναφωνεῖ ὁ προφήτης. Καὶ ἐπετίμησε τῇ κατιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησε τὰ κύματα αὐτῆς. Ἐπιτιμᾷ τοίνυν τῇ θαλάττῃ, καὶ ἡσυχάζει. Ἐπέγνω τὸ δεσποτικὸν κέλευσμα καὶ ἠρεμεῖ. Ἐπετίμησεν αὐτῇ ἵνα αὐτὴν καταστείλῃ· οὐκ ἠπείλησεν ἵνα μὴ ξηράνῃ. Εἰ γὰρ ἠπείλησεν, ἐξήρανεν, καθώς φησιν ὁ προφήτης· Ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν. Εἶτα μὲν τὴν ἐπιτίμησιν ἄρχονται λέγειν οἱ μαθηταί · Τίς ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;. Ὅρα πῶς ἠγνόουν ἀκμὴν τὴν ἀξίαν, προσέχοντες τῇ οἰκονομίᾳ. Εἶτα τί ἐπάγει τὸ εὐαγγέλιον; Προσελθόντες φησὶ προσεκύνησαν αὐτῷ τινες οἱ ἐν τῷ πλοίῳ μαθηταὶ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ. Ὅρα τί ὠφέλησεν ἡ θάλασσα. Πρὸ τῆς ταραχῆς ἐπιστάτην ἐκάλουν, μετὰ τὴν ταραχὴν υἱὸν θεοῦ ὡμολόγουν Ἡ ταραχὴ τὴν ἀξίαν ἔδειξεν. Ἀληθῶς θεοῦ υἱὸς εἶ. Ταῦτά μοι πάντα εἴρηται πρὸς τὸ δεῖξαι τὴν διαίρεσιν τῆς πίστεως καὶ ἀπιστίας καὶ ὀλιγοπιστίας καὶ δυσπιστίας. Ὁ δὲ σωτὴρ ἐκθειάζων τὸν ἑκατόνταρχον διὰ τὸ Εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου , φησὶ πρὸς τοὺς ἀκολουθοῦντας· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον τοσαύτην πίστιν. Οὐχ εὗρες πίστιν ἐν τῷ Ἰσραήλ ; Οὐκ ἠξιώθης ἐπιθεῖναι χεῖρα τῇ πενθερᾷ Πέτρου ; Εἰ μὴ ἐπίστευον, πῶς παρεκάλου; Ἀλλ’ οὐκ εἶπεν· Οὐχ εὗρον, ἀλλ’ Οὐχ εὗρον τοσαύτην. Παρεκλήθην ἐπιθεῖναι χεῖρα τῇ πενθερᾷ Πέτρου , ἀλλ’ οὐδεὶς ἔνηψεν ὡς οὗτος· Εἰπὲ λόγῳ καὶ δίωξον τὸν πυρετόν. Ἐκάλεσέ με καὶ ὁ τῆς συναγωγῆς ἄρχων Ἰάειρος καὶ εἶπέ μοι· τὸ θυγάτριόν μου ἀπόλλυται· ἐλθὲ καὶ ἴασαι αὐτήν. Καὶ ἐμοῦ πρὸς αὐτὸν εἰρηκότος· Θάρσει, ἡ θυγάτηρ σου ζῇ , ἔλεγεν· Κύριε, ἐλθὲ πρὶν ἀποθάνῃ . Καὶ οὐκ ἐγνώρισε τοῦ ῥήματος τὴν ἀξίαν, ἀλλὰ ἀπῄτησε τοῦ σώματος τὴν παρουσίαν. Ἐπίστευσαν πολλοί, ἀλλ’ οὐχ ὡς οὗτος· ἐπίστευσαν, ἀλλ’ οὐ κατ’ αὐτόν. Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Οὗτος τοίνυν ὁ πιστὸς προήνεγκεν πίστιν ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ , ὁ δὲ αἱρετικὸς προφέρει ἀπιστίαν ἐκ τοῦ πονηροῦ θησαυροῦ . Καὶ ὅρα τῆς γραφῆς τὴν σύνεσιν, μᾶλλον δὲ ὅρα τὴν πηγὴν τῆς σοφίας, οἷα φθέγγεται· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἀπὸ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει αὐτοῦ προφέρει τὰ κακά. Ἐνταῦθα πρόσεχε πῶς οὐ φύσιν πονηρὰν οὔτε ἀγαθὴν ἔδειξεν, ἀλλὰ προαίρεσιν, καὶ πρὸς τοῦτο νεύουσαν καὶ πρὸς ἐκεῖνο βλέπουσαν. Τοῦτο δὲ τὸ ῥῆμα τὴν Μανιχαίων ἐλέγχει κακίαν, τῶν τὴν σάρκα πονηρὰν ὁριζομένων, τὴν δὲ ψυχὴν ἐκ τοῦ ἀγαθοῦ. Βούλονται γὰρ οἱ τῶν Μανιχαίων παῖδες τὴν μὲν σάρκα εἶναι τοῦ πονηροῦ, τουτέστιν τοῦ διαβόλου, τὴν δὲ ψυχὴν τοῦ θεοῦ.