Χιόνι μὲν τὴν γῆν ἐλεύκαναν αἱ νεφέλαι, λόγῳ δὲ θείῳ τὰς ἡμετέρας ψυχὰς λευκαίνουσιν αἱ τῶν ἁγίων γραφῶν νιφάδες. Αὗται γὰρ εἰς τὰς ἡμετέρας χωροῦσι ψυχάς, καὶ ὡς ὄμβρος ἐπ’ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον , αἱ θεῖαι νιφάδες, καὶ ἀρδεύουσιν ἡμᾶς καὶ λευκαίνουσιν. Ἀρδεύουσι μὲν πρὸς τοὺς καρποὺς τῆς εὐσεβείας, λευκαίνουσι δὲ καθαίρουσαι τὸν ῥύπον τῆς ἁμαρτίας· ὁ γὰρ τῷ θείῳ λόγῳ πλυνόμενος χιόνος λευκότερος ἀναδείκνυται κατὰ τὸ τῷ Δαυὶδ εἰρημένον· Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . Λευκαίνεται δὲ ἡμῶν ἡ ψυχὴ τοῖς τε θείοις δόγμασι καὶ τοῖς ἠθικοῖς παραγγέλμασι· δεῖ γὰρ προηγεῖσθαι τὴν πίστιν τὴν φωτίζουσαν ἡμῶν τὴν διάνοιαν, καὶ ἀκολουθεῖν ἔργα τὰ λαμπρύνοντα τὴν ψυχήν. Προηγεῖται δὲ τῶν πάντων ἡ πίστις, ἣν καὶ ὁ σωτὴρ ἐν τοῖς σήμερον ὑπαναγνωσθεῖσιν ἀπεθαύμασε λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ὁ μὲν γὰρ ἑκατόνταρχος τῶν θαυμάτων τὴν ἀξίαν καταλαβὼν πρόσταγμα παρὰ τοῦ σωτῆρος ᾔτησε καὶ τὴν αὐθεντίαν ἐγνώρισεν. Οἱ δὲ αἱρετικοί , καὶ νόμον καὶ προφήτας καὶ εὐαγγέλια καὶ τοὺς ἀποστόλους ἀναγινώσκοντες, ἠγνόησαν τὴν ἀξίαν καὶ ὕβρισαν τὴν τοῦ μονογενοῦς ἐξουσίαν, ὑποκεῖσθαι αὐτὸν λέγοντες τῇ τοῦ πατρὸς αὐθεντίᾳ, οὐκ εἰδότες ὅτι τῆς θείας οὐσίας κοινὴ ἡ ἐξουσία καὶ ἀμέριστος ἡ αὐθεντία· Ἐγὼ γὰρ καὶ ὁ πατὴρ ἕν ἐσμεν. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Φησὶν ὁ θαυμάσιος ἐκεῖνος ἑκατόνταρχος· Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὐ χρεία τῆς σωματικῆς ἐπιδημίας· πανταχοῦ ἡ θεϊκὴ δύναμις, οὐ περιγραφομένη τόπῳ, ἀλλὰ πάντα τῷ θείῳ περιστοιχιζομένη πνεύματι. Ἰουδαῖοί σε καλοῦσιν εἰς οἶκον, ἀγνοοῦντές σου τὴν ἀξίαν. Ἐγὼ δέ σε οἶδα πανταχοῦ παρόντα καὶ λόγῳ κελεύοντα καὶ νεύματι κατορθοῦντα τὰ πάντα. Παρεκάλεσα ὡς δεσπότην, παρακαλῶ καὶ ὡς θεόν. Ἱκετεύω ὡς σωτῆρα καὶ πείθω ὡς εὐεργέτην. Ὁ παῖς μου δεινῶς βέβληται ἐν τῇ οἰκίᾳ βασανιζόμενος. Καὶ ὅρα τοῦ πιστοῦ τὸ ἐρρωμένον φρόνημα. Ἦλθεν οὐ δι’ ἑαυτοῦ ἀλλὰ διὰ τῶν πρεσβυτέρων , οὐκ ἀφοσιούμενος τὴν παράκλησιν, ἀλλ’ ἀνάξιον ἑαυτὸν θέμενος τῆς τοῦ σωτῆρος ὄψεως. Λέγει γάρ· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα ἐλθεῖν πρὸς σέ. Καλὴ τοῦ πιστοῦ ἡ ἐπιείκεια, ὄψιν μὲν παραιτουμένη διὰ τὴν εὐλάβειαν, ἀξίαν δὲ κηρύττουσα διὰ τὸν ἀληθῆ λόγον. Ἦλθον οἱ πρεσβύται τῶν Ἰουδαίων , ὀλιγόπιστοι πρεσβύται ὑπὲρ πιστοῦ θεράποντος. Καὶ οἱ μὲν τῆς συναγωγῆς ἄρχοντες ἐλέγοντο· Ἐλθὲ καὶ ἴασαι. Ὁ δὲ πρεσβείαν ἀποστείλας, ἐπιγνοὺς τὴν ἀξίαν· Μὴ σκύλλου φησὶν οὐ γάρ εἰμι ἱκανὸς ἵνα εἰσέλθῃς εἰς τὸν οἶκόν μου. Καὶ πόθεν ἔχεις πεῖραν τοῦ ἐμοῦ λόγου; Οἶδά σε θεὸν ἀπὸ τῶν θαυμάτων. Θεοῦ δὲ λόγος φύσιν ἐργάζεται καὶ διορθοῦται καὶ πάντων εστὶν ὑπόστασις τῶν φαινομένων. Εἰπὲ λόγῳ · καὶ γὰρ Τῷ λόγῳ σου οἱ οὐρανοὶ ἐστερεώθησαν . Εἰπὲ λόγῳ· καὶ γὰρ λόγῳ τὴν γῆν ἐθεμελίωσας, λόγῳ τοὺς οὐρανοὺς ἐστερέωσας , λόγῳ τὴν θάλασσαν ἀφώρισας, λόγῳ τὰ πάντα διεκόσμησας. Πᾶσιν κελεύεις τοῖς δημιουργήμασιν· Ἀποστέλλεις τὸ φῶς καὶ πορεύεται, καλεῖς αὐτὸ καὶ ὑπακούει σοι τρόμω , ὡς φησὶν Ἰερεμίας . Οἱ δὲ ἀστέρες λάμψουσί σοι μετ’ εὐφροσύνης. Ἐκάλεσας αὐτοὺς καὶ εἶπαν· Πάρεσμεν . Τῇ φαινομένῃ δημιουργίᾳ προστάττεις, καὶ τῇ ὑπερκοσμίῳ κτίσει κελεύεις, καὶ τῷ αὐτῷ προστάγματι νόσους ἀπελαύνειν οὐκ ἰσχύεις; Εἰπὲ λόγῳ. Λόγου χρῄζω παρὰ τοῦ θεοῦ λόγου. Εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου. Δεῖ δὲ εἰδέναι ὡς πολλή τις ἔστι διαφορὰ ἐν τῷ περὶ τῆς πίστεως λόγῳ καὶ ὅπως ἄκουε ἀδελφέ, εἰσίν τινες εἰς ἄκρον πίστεως φθάνοντες, καὶ εἰσὶν ἄλλοι μεσότητα πίστεως ἔχοντες, εἰσὶν δὲ ἄλλοι ὀλιγόπιστοι, καὶ ἕτεροι δύσπιστοι, καὶ εἰσὶ πάλιν ἕτεροι ἄπιστοι. Πιστοὶ μὲν οὖν εἰσὶν ἄκροι καὶ θαυμαστοί, οἷος ὁ ἑκατόνταρχος οὗτος, ᾧ μαρτυρῶν ὁ σωτὴρ ἔλεγεν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραήλ , τοσαύτην πίστιν εὗρον , καὶ ἡ Χαναναία ἐκείνη ἡ προσιοῦσα, ἣν θαυμάσας ὁ κύριος ἔφη· Ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις . Οὗτοι μὲν οὖν οἱ ἄκροι πιστοί· ἄπιστοι δὲ οἱ πάντη τῆς εὐσεβείας ἀπεσχοινισμένοι, δύσπιστοι δὲ οἱ ἐν μεθορίῳ κείμενοι καὶ πίστεως καὶ ἀπιστίας, οἱ ποτὲ μὲν συντιθέμενοι τῷ λόγῳ, ποτὲ δὲ ἀνανεύοντες. Τοιαύτην ποτὲ δυσπιστίαν κατηγορεῖ τῶν μαθητῶν τοῦ σωτῆρος , πρὶν ἢ τελειωθῶσι, τὸ εὐαγγέλιον. Ὅτε γὰρ ἀπηγγέλη αὐτοῖς ὅτι κύριος ἀνέστη ἐκ νεκρῶν, οἱ μέν φησιν ἐπίστευσαν, οἱ δὲ ἐδίστασαν. Τὸ δὲ διστάσαι, τὸ ἐν διπλῇ καρδίᾳ στῆναι, τὸ πιστεῦσαι ὁμοῦ καὶ ἀπιστῆσαι, τοῦτο πολλάκις καὶ ἡ τῶν πολλῶν ψυχὴ πάσχει, τὰ περὶ Χριστοῦ ἐννοοῦσα. Ὅταν γὰρ πρὸς αἱρετικοὺς κινῶμεν, ποτὲ συντίθενται οἱ ἀκροαταὶ τῇ τοῦ μονογενοῦς ἀξίᾳ, ποτὲ δὲ πάλιν τῇ διανοίᾳ σαλεύονται πρὸς τὰ τῶν αἱρετικῶν ῥήματα καὶ εὑρίσκονται ἐν διστασίᾳ, ποτὲ μὲν πρὸς τὴν δόξαν τοῦ Χριστοῦ βλέποντες, πότε δὲ πρὸς τὴν αἱρετικὴν κακίαν ἐκκλίνοντες.