Ἐγένετο οὐρανὸς εἰς δόξαν μὲν θεοῦ, εἰς χρῆσιν δὲ ἡμετέραν, ἵνα ἥλιος μὲν ἡμῖν καταλάμπῃ καὶ σελήνη καὶ πάντα ἄστρα. Οὐδὲ γὰρ ἡλίου ἔχρηζεν ὁ θεός. Ὁ δημιουργὸς τοῦ φωτὸς οὐκ ἔχρηζεν φωτὸς αἰσθητοῦ ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Καὶ οὐδὲν θαυμαστὸν εἰ ὁ θεὸς οὐ χρῄζει φωτὸς αἰσθητοῦ· οὐδὲ γὰρ ἄγγελοι φωτὸς χρῄζουσιν ἐπιγείου, ἀλλὰ μόνου τοῦ ἐπουρανίου· ἐπουράνιον δὲ φῶς αὐτὸς ὁ θεός· οὕτως μαρτυρεῖ ἡ τῶν πράξεων βίβλος · Κατὰ δὲ τὴν μέσην νύκτα ἄγγελος ἐπέστη τῷ δεσμωτηρίῳ ἐν ᾧ ἦν ὁ Πέτρος . Καὶ τί φησιν ὁ ἱστοριογράφος, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον τὸ δι’ ἐκείνου φθεγγόμενον; Καὶ ἰδοὺ ἄγγελος ἐπέστη ἐν τῇ νυκτὶ καὶ φῶς ἔλαμψεν ἐν τῇ οἰκήματι. Εἰ δὲ ἄγγελος οὐ χρῄζει φωτὸς ὁ γενόμενος, ὁ ποιητὴς τῶν ἀγγέλων καὶ πάσης κτίσεως φωτὸς χρῄζει; Οὐ χρῄζει τοίνυν φωτὸς ἀλλ’ ἡμᾶς διὰ τοῦ φωτὸς εὐφραίνει, ἡμᾶς ζωοποιεῖ, ἡμᾶς θάλπει. Τὰ πάντα γὰρ ἐγένετο διὰ δόξαν μὲν αὐτοῦ, χρῆσιν δὲ ἡμετέραν, ἥλιος ἵνα ἀνθρώπους μὲν καταλάμπῃ, νεφέλαι δὲ εἰς τὴν τῶν ὄμβρων διακονίαν καὶ γῆ εἰς τὴν τῶν καρπῶν εὐθηνίαν καὶ θάλασσα εἰς τὴν τῶν ἐμπόρων ἀφθονίαν. Πάντα συλλειτουργεῖ τῷ ἀνθρώπῳ, μᾶλλον δὲ τῇ εἰκόνι τοῦ θεοῦ. Οὐδὲ γὰρ ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν εἰσφέρωνται καὶ ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ’ εὐφημίας καὶ φόβου, οὐ σανίδα τιμῶντες ἢ τὴν κηρόχυτον γραφὴν τοῦτο ποιοῦσι ἀλλὰ τὸν χαρακτῆρα τοῦ βασιλέως, οὕτω καὶ ἡ κτίσις οὐ τὸ γήϊνον σκεῦος τιμᾷ ἀλλὰ τὸν ἐπουράνιον χαρακτῆρα αἰδεῖται. Πάντα τοίνυν ἐγένετο οὐ διὰ χρείαν θεοῦ ἀλλὰ διὰ χρῆσιν ἡμῶν καὶ ἵνα δοξάζωμεν τὴν τοῦ θεοῦ φιλανθρωπίαν. Ὅθεν καὶ ἐπιμαρτυροῦσα τῷ τοῦ θεοῦ ἐλέῳ, ἔλεγεν ἡ τοῦ θεοῦ σοφία· Ἐλεεῖς, Κύριε, πάντας ὅτι πάντα δύνασαι. Ἀπ’ ἀρχῆς γὰρ ἀγαπῶν ἡμᾶς ἐποίησε καὶ νῦν οἰκονομεῖ ἀγαθότητι· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασεν· εἰ ἐμίσει οὐκ ἂν ἔπλασεν, εἰ ἐμίσει οὐκ ἂν ᾠκονόμησεν. Διὰ τοῦτό φησιν ἡ γραφή· Οὐδὲν βδελύσσῃ, κύριε, ὧν ἐποίησας· οὐδὲ γὰρ μισῶν τι κατεσκεύασας.