Καὶ οὐκ ἠρκέσθη τῷ μεγάλῳ τούτῳ χαρίσματι ὅτι τοῖς ἑαυτοῦ οἰκέταις συνανέκειτο. Καὶ Πέτρος μὲν καὶ Ματθαῖος καὶ Φίλιππος συνανέκειντο οἱ ἀπὸ γῆς ἄνθρωποι· παρεστήκει δὲ αὐτῷ Μιχαὴλ καὶ Γαβριὴλ καὶ πᾶσα ἡ στρατιὰ τῶν ἀγγέλων. Ὢ τοῦ θαύματος· ᾧ παρειστήκεισαν ἄγγελοι μετὰ φόβου, τούτῳ συνανέκειντο μετὰ πολλῆς παρρησίας οἱ μαθηταί . Καὶ οὐκ ἠρκέσθη τούτῳ τῷ θαύματι. Ἀλλὰ καὶ ἀναστὰς ἐκ τοῦ δείπνου, φησίν, περιείλατο τὴν διπλοΐδα ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον καὶ περιεζώσατο λέντιον ὁ περιζωννύων τὸν οὐρανὸν ἐν νεφέλαις καὶ ἔβαλεν ὕδωρ εἰς νιπτῆρα ὁ λίμναις καὶ ποταμοῖς τὴν τῶν ὑδάτων φύσιν ἐκχέων. Καὶ κάμψας ἐπὶ τὰ γόνατα, τῶν μαθητῶν ἔπλυνεν τοὺς πόδας ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Νίπτει δὲ τοὺς πόδας τῶν μαθητῶν πάντων κύριος, οὐχ ὑβρίζων τὴν ἀξίαν, ἀλλὰ δεικνὺς τὴν ἄμετρον φιλανθρωπίαν. Πλὴν εἰ καὶ μεγάλη ἡ φιλανθρωπία, ἀλλ’ ὁ Πέτρος οὐκ ἠγνώησεν τὴν ὑπεροχήν. Ὁ γὰρ πάντοτε θερμὸς εἰς τὴν πίστιν, θερμὸς εὑρέθη καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας· καὶ οἱ μὲν ἄλλοι ἐδέξαντο αὐτὸν νίπτοντα, οὐκ ἀδιαφοροῦντες ἀλλὰ τρέμοντες· ἀντειπεῖν γὰρ οὐκ ἦν δεσπότῃ· ὁ δὲ Πέτρος οὐκ ἀφίησιν αὐτὸν δι’ αἰδῶ, ἀλλὰ λέγει· Κύριε σύ μου νίπτεις τοὺς πόδας; οὐ μή μου νίψεις πόδας εἰς τὸν αἰῶνα. Καλῶς ἀπότομος ὁ Πέτρος , εὐγνώμων ἀλλ’ ἀγνοῶν τὴν οἰκονομίαν, πίστει παραιτεῖται καὶ εὐγνωμόνως ὑπακούει· δεῖ γὰρ τοιοῦτον εἶναι τὸν εὐσεβῆ, μὴ ἄτρεπτον περὶ τὰς κρίσεις, ἀλλ’ ἐνδιδόντα τῇ τοῦ θεοῦ θελήσει· εἰ γὰρ καὶ ἀπεφήνατο ὡς ἄνθρωπος ἀλλ’ ἐμετεμελήθη ὡς φιλόθεος. Ὁ δὲ σωτὴρ θεασάμενος αὐτοῦ τὴν ἔνστασιν τῆς ψυχῆς ἀκαμπῆ καὶ παντὸς ἄκμωνος ἰσχυροτέραν λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Πρόσεχε οἷον φοβερὸν τὸ πρᾶγμα καὶ πῶς τὴν ἔνστασιν αὐτοῦ ἔλυσεν διὰ μείζονος ἀποτομίας ἀπότομος κατ’ αὐτοῦ ἀποφαίνεται· ἀλλότριον αὐτὸν ποιεῖ τῆς ἑαυτοῦ μερίδος, ἵνα μὴ νικήσῃ ἡ ἀνθρωπίνη ἔνστασις ἀλλὰ νικήσῃ ἡ τοῦ θεοῦ βούλησις. Εἶτα ὁ καλὸς καὶ θαυμαστὸς Πέτρος ὀξέως ἀποφηνάμενος ὀξέως καὶ μετεμελήθη καὶ ὡς εἶδεν ἀπότομον οὖσαν τὴν ἀπόφασιν ἀπότομον ἤνεγκεν τὴν μετάνοιαν λέγων· Μὴ μόνον τοὺς πόδας ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν , ὅλον με νίψον, ὅλον με πλῦνον, ἵνα εἴπω κἀγὼ μετὰ τοῦ Δαυίδ · Πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ὁ δὲ σωτὴρ εἶπεν πρὸς αὐτόν· Ὁ λελουμένος οὐ χρείαν ἔχει εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον.