Οὐδὲν οὖν ἐγένετο τῶν φαινομένων διὰ χρείαν θεοῦ ἀλλὰ διὰ δόξαν θεοῦ, ἵνα δοξάζηται ὡς φιλάνθρωπος, οὐδενὸς δεόμενος καὶ πάντα ἐργαζόμενος. Κἂν γὰρ προσφέρωμεν τῷ θεῷ ὕμνους κἂν κτίζωμεν οἴκους, ἑαυτοὺς τιμῶμεν καὶ δοξάζομεν, ὁ θεὸς μόνον τὴν εὐγνωμοσύνην ἀποδέχεται. Διὰ τοῦτο ὁ Δαυὶδ εὐγνώμων ὢν καὶ φιλόθεος καὶ προτιμῶν τὴν εὐγνωμοσύνην ὡμολόγει τοῦ θεοῦ τὸ ἀνενδεὲς λέγων· Εἶπα τῷ κυρίῳ κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Οὐδενὸς γὰρ τῶν παρ’ ἡμῶν χρῄζει ὁ θεός. Κηρύττει τοίνυν τὴν ἀγαθότητα τοῦ θεοῦ τὰ φαινόμενα, ἀλλ’ οὐδὲν οὕτω κηρύττει ὡς ἡ ἐν ἀνθρώποις ἐπιδημία ὥστε τὸν ἐν μορφῇ θεοῦ ὑπάρχοντα ἐν μορφῇ γενέσθαι δούλου, οὐ μεταβάλλων τὴν ἀξίαν ἀλλὰ σεμνύνων τὴν φιλανθρωπίαν. Εἰς ταύτην δὲ τοῦ λόγου ἄγει ἡμᾶς τὴν ἀκολουθίαν τὸ ἐν τῇ σήμερον γενόμενον φρικῶδες μυστήριον. Τί δὲ ἐν τῇ σήμερον ἡμέρᾳ γέγονεν; Ὁ σωτὴρ τῶν μαθητῶν νίπτει τοὺς πόδας. Ἐπ’ ἀληθείας εἰπεῖν φρικτὸν καὶ σιωπῆσαι φοβερόν· φοβούμεθα δὲ κηρύττοντες, ἐπειδὴ ἐννοοῦμεν τὸ μέγεθος τῆς ἀξίας, φοβούμεθα μήπως σιωπῶντες εἰς κίνδυνον ἀγνωμοσύνης ἐμπέσωμεν· ταῦτα καὶ λαλούμενα φόβον ἔχει καὶ σιωπώμενα, λαλούμενα μὲν διὰ τὸ μέγεθος, σιωπώμενα δὲ διὰ τὴν ἀγνωμοσύνην· εἴπωμεν τοίνυν τὰ φοβερά, ἐπειδὴ αὐτὸς ποιῆσαι τὰ φρικτὰ οὐ παρῃτήσατο. Ἄνθρωπος ἐπὶ γῆς ὤφθη ἀνθρώπων ποιητής, ἐν δούλοις ὁ δεσπότης, ὁ ποιητὴς μετὰ τῶν ποιημάτων, ἐν δούλου μορφῇ ἡ τοῦ θεοῦ μορφή, περὶ οὗ φησιν ὁ Παῦλος · Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ ἀλλὰ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών. Δι’ ὅλου τοίνυν τοῦ χαρακτῆρος τοῦ ἀνθρωπίνου τὴν τοῦ δούλου μορφὴν ἐδύσατο ὁ πάντων δεσπότης, ἐξαιρέτως δὲ ἐπὶ τῆς οἰκονομίας ταύτης τὴν τοῦ δούλου μορφὴν ἐδύσατο ὅτε ἀναστὰς ἐκ τοῦ δείπνου, ὁ τρέφων πᾶσαν τὴν ὑπ’ οὐρανόν, ὅτε συνανέκειτο μετὰ τῶν ἀποστόλων, ὁ δεσπότης μετὰ τῶν δούλων, ἡ πηγὴ τῆς σοφίας μετὰ τῶν ἰδιωτῶν, ὁ λόγος μετὰ τῶν λόγον μὴ μεμαθηκότων, ἡ ἀρχὴ τῆς σοφίας μετὰ τῶν γράμματα μὴ συνισταμένων, ὅτε συνανέκειτο συνεστιώμενος ὁ πάντας ἑστιῶν, καὶ τρεφόμενος μετὰ τῶν μαθητῶν ὁ τὴν οἰκουμένην τρέφων.